[ ]
Amorgos — Aegiale
| 1 | Μειλησίων τῶν κατοικ[ο]- |
| ύντων ἐν Αἰειάλῃ τῆς Ἀμο[ρ]- | |
| γίας ἔδοξεν τῇ βουλῇ καὶ τ[ῷ] | |
| δήμῳ· γνώμη στρατηγῶν καὶ | |
| 5 | δεκαπρώτων· εἰσηγη[σ]αμέ- |
| νων τὸ ψήφισμα τῶν ἐν ἀρχῇ στρ- | |
| ατηγῶν τῶν σὺν Στράτων<ι> Στ<ρ>άτ[ω]- | |
| νος· ἐπὶ Ἐλευθέριν Ἀριστέου θυγ[ά]- | |
| τηρ, τῶν πρώτων, ὑποκεχώρηκε[ν] | |
| 10 | αἰφνίδιον τοῦ καθ’ ἡμᾶς βίου, πρ[ω]- |
| τεύουσα τῆς τριπόλεος [ε]ὐγενῖ συν[γε]- | |
| νεί[ᾳ] καὶ ὑπερβαλλούσῃ τῇ πρὸς ἅ- | |
| παντας φιλανθρωπίᾳ, πάσῃ ἀρετῇ [κε]- | |
| κοσμημένη, ἐξαιρέτως φίλανδ- | |
| 15 | ρος, συνκέχυταί τε ἡ πᾶσα ἡμῶν πό- |
| λις σὺν καὶ τοῖς νηπίοις τὸ κάλλιστον | |
| ἑαυτῆς ἀποβεβληκυῖα πρόσχημα· | |
| ΕΝΟΛΕϹ {²⁶εὐθαλὲς?}²⁶ γὰρ αὐτῆς διηνεκῶς τὸ φιλ[ά]- | |
| γαθον καὶ εὐεργετικόν, ᾗ παρηκολο[ύθει] | |
| 20 | τὸ ἀπὸ παρθενίας ἀλοιδόρητον καὶ ἁ- |
| [γ]νὸν μετὰ πάσης αἰδοῦς, ἀπολέλοιπε δὲ | |
| τῇ αὑτῆς πατρίδι εὐγενῆ τέκνα Ἡγησί- | |
| λοχον καὶ Ἀριστέαν καὶ Καλλιρόδην [καὶ] | |
| Ἀριστόκριτον ἑαυτῇ ὁμοίους, ὧν τέκ[ν]- | |
| 25 | α ἐνηνκαλίσατο, καὶ κατὰ τοῦτο εὐτυ- |
| χεστάτη· διὸ δὴ δεδόχθαι πανδημὶ τ[ῇ] | |
| ἐκκομιδῇ αὐτῆς παρακολουθῆσαι, ἐνδ[ι]- | |
| κνυμένους μνημονεύιν τῆς χρηστ[ό]- | |
| τητος αὐτῆς, παραινέσαι τε τοῖς τέκνοι[ς] | |
| 30 | αὐτῆς Ἡγησιλόχῳ καὶ Ἀριστέᾳ καὶ Καλλι- |
| ρόδῃ τὴν μητέρα ἐπιζηλ[ε]ύιν ὡς [καὶ] | |
| [τ]ὸν πατέρα ΩΝΤΕϹΤΕΚΝΩ̣Ν̣, [ὥστε] καὶ τὰ {π} | |
| παρ’ αὐτῆς τροφῖα ἰληφέναι, μέχρις [ὅ]- | |
| του παρισελθὼν βάσκανος δαίμων [ἀ]φ[ί]- | |
| 35 | λατο αὐτήν, φυλάσσιν τε [α]ὑτοὺς καὶ τῇ πα- |
| τρίδι καὶ τῇ τῶν κατοιχομένων ἡρώων | |
| ἐπιμελία. δοθῆναι τόπον δημόσιον [ἰς] | |
| ταφὴ<ν> ὥριμον, ὃν ἂν τὰ τέκνα αὐτῆς | |
| [β]ουληθῶσιν. ἔδοξεν πάσαις. | |
| 40 | Στράτων Στράτωνος ἄρχων |
| ἰσηγησάμην. |