[ ] Amorgos — Aegiale
1 Μειλησίων τῶν κατοικ[ο]-
ύντων ἐν Αἰειάλῃ τῆς Ἀμο[ρ]-
γίας ἔδοξεν τῇ βουλῇ καὶ τ[ῷ]
δήμῳ· γνώμη στρατηγῶν καὶ
5 δεκαπρώτων· εἰσηγη[σ]αμέ-
νων τὸ ψήφισμα τῶν ἐν ἀρχῇ στρ-
ατηγῶν τῶν σὺν Στράτων<ι> Στ<ρ>άτ[ω]-
νος· ἐπὶ Ἐλευθέριν Ἀριστέου θυγ[ά]-
τηρ, τῶν πρώτων, ὑποκεχώρηκε[ν]
10 αἰφνίδιον τοῦ καθ’ ἡμᾶς βίου, πρ[ω]-
τεύουσα τῆς τριπόλεος [ε]ὐγενῖ συν[γε]-
νεί[ᾳ] καὶ ὑπερβαλλούσῃ τῇ πρὸς ἅ-
παντας φιλανθρωπίᾳ, πάσῃ ἀρετῇ [κε]-
κοσμημένη, ἐξαιρέτως φίλανδ-
15 ρος, συνκέχυταί τε ἡ πᾶσα ἡμῶν πό-
λις σὺν καὶ τοῖς νηπίοις τὸ κάλλιστον
ἑαυτῆς ἀποβεβληκυῖα πρόσχημα·
ΕΝΟΛΕϹ {²⁶εὐθαλὲς?}²⁶ γὰρ αὐτῆς διηνεκῶς τὸ φιλ[ά]-
γαθον καὶ εὐεργετικόν, ᾗ παρηκολο[ύθει]
20 τὸ ἀπὸ παρθενίας ἀλοιδόρητον καὶ ἁ-
[γ]νὸν μετὰ πάσης αἰδοῦς, ἀπολέλοιπε δὲ
τῇ αὑτῆς πατρίδι εὐγενῆ τέκνα Ἡγησί-
λοχον καὶ Ἀριστέαν καὶ Καλλιρόδην [καὶ]
Ἀριστόκριτον ἑαυτῇ ὁμοίους, ὧν τέκ[ν]-
25 α ἐνηνκαλίσατο, καὶ κατὰ τοῦτο εὐτυ-
χεστάτη· διὸ δὴ δεδόχθαι πανδημὶ τ[ῇ]
ἐκκομιδῇ αὐτῆς παρακολουθῆσαι, ἐνδ[ι]-
κνυμένους μνημονεύιν τῆς χρηστ[ό]-
τητος αὐτῆς, παραινέσαι τε τοῖς τέκνοι[ς]
30 αὐτῆς Ἡγησιλόχῳ καὶ Ἀριστέᾳ καὶ Καλλι-
ρόδῃ τὴν μητέρα ἐπιζηλ[ε]ύιν ὡς [καὶ]
[τ]ὸν πατέρα ΩΝΤΕϹΤΕΚΝΩ̣Ν̣, [ὥστε] καὶ τὰ {π}
παρ’ αὐτῆς τροφῖα ἰληφέναι, μέχρις [ὅ]-
του παρισελθὼν βάσκανος δαίμων [ἀ]φ[ί]-
35 λατο αὐτήν, φυλάσσιν τε [α]ὑτοὺς καὶ τῇ πα-
τρίδι καὶ τῇ τῶν κατοιχομένων ἡρώων
ἐπιμελία. δοθῆναι τόπον δημόσιον [ἰς]
ταφὴ<ν> ὥριμον, ὃν ἂν τὰ τέκνα αὐτῆς
[β]ουληθῶσιν. ἔδοξεν πάσαις.
40 Στράτων Στράτωνος ἄρχων
    ἰσηγησάμην.
Search Help