[ ]
Amorgos — Aegiale — 158 AD
| 1 | Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην |
| κατοικούντων ἔδοξεν ἄρχουσι, | |
| βουλῇ, δήμῳ· γνώμη στρατηγῶν | |
| καὶ δεκαπρώτ<ων> ἐχόντων <δὲ> {²vac.}² | |
| 5 | καὶ τὴν πρυτανικὴν ἐξου- |
| σίαν· ἰσηγησαμένου τὸ ψήφισ- | |
| [μα Σ]εραπίωνος τοῦ Σε[ραπί]- | |
| [ωνος], ἐπιψηφισαμένου δὲ Ἰ- | |
| [άσο]νος τοῦ Στράτωνος· | |
| 10 | Ἀριστέαν τοῦ Π[ρείμ]ου ἀν- |
| δρὸς εὖ γεγενημένου [πάσα{ι}ς] {²⁶πάσας}²⁶ | |
| τε ἀρχά{ι}ς {²⁶ἀρχάς}²⁶ τε καὶ λιτουργία{ι}[ς] {²⁶λιτουργίας}²⁶ | |
| τὰ{ι}ς {²⁶τὰς}²⁶ παρ’ ἡμεῖν ἐν τῇ πατρίδι | |
| ἐπιτελέσαντος, σεμνόν | |
| 15 | τε καὶ ἡσύχιον βίον παρ’ ὅλον τὸν |
| τῆς ζωῆς αὐτοῦ χρόνον διενέν- | |
| κας {²⁶διενένκαντας}²⁶, ὡς δὴ ὑπὸ πάντων τῶν πα- | |
| ρ’ ἡμεῖν πολειτῶν μαρτυρεῖται | |
| διὰ τὸ ἀξιοφίλητον αὐτοῦ ἦθο[ς], | |
| 20 | συνβέβηκεν οὖ[ν] τὸ ἐπὶ πάντω[ν] |
| ἀνθρώπων εἱμαρτόν, ἔτι ἀκμ[α]- | |
| ζούσης τῆς ἡλικίας τὸν Ἀριστέ- | |
| αν μεταλλά<ξαι> {²vac.}² τὸν ἐξ ἀν[θρ]ώ[πων] | |
| βίον, καταλιπὼν τέκνα ὠ<ρφανὰ> καὶ | |
| 25 | λύπην Ἀριστέᾳ τῷ αὑτοῦ <[υἱῷ], ὧν τὸ μὲν(?)> {⁴ΠΡΩ}⁴ |
| παντελές, τὸ δὲ ἕτερον ἔτι ὂν | |
| νήπιον παντελῶς· διὸ δ[ὴ] δεδό- | |
| χθαι διὰ τοῦδε τοῦ ψ[ηφί]σματος | |
| παρηγορῆσαι αὐτοῦ τὰ τέκνα | |
| 30 | καὶ τοὺς συνγενῖς καὶ φίλους |
| φέριν συνμέτρως τὰ τῆς λύπης, | |
| εἰδότας ὅτι ἀπαραίτητός ἐστιν | |
| ἡ ἐπὶ πάντων ἀνθρώπων ὡρισ- | |
| μένη μοῖρα. περὶ τοῦ αὐτοῦ ἐγρά- | |
| 35 | φη ἁπλᾶ [ψ]ηφίσματα δύο, ἐξ ὧν |
| τὸ ἓν ἐπεδόθη ἐπὶ τὸ ἀρχεῖον. | |
| ἐγένετο ἐν Ἀμοργῷ | |
| Αἰγιάλῃ {²vac.}² πρὸ δέκα | |
| δύο καλανδῶν Δεκεν- | |
| 40 | βρίων [Βρ]ουττίῳ Λ[α]τε- |
| ρανῷ καὶ Ἰουνίῳ Ῥου- | |
| φείνῳ ὑπάτοις· Σεραπί- | |
| ων Σεραπίωνος ἰσσηγησά- | |
| μην· Ἰάσων Στράτωνος ἐπε- | |
| 45 | ψηφισάμην· Ἐπικράτης Ἀγαθεί- |
| νου [ἄ]ρχων τὸ γʹ ἐδογμάτισα | |
| καὶ ἀπεδεξάμην. |