[ ]
Tenos — 2nd c. BC
1 | ἄρχοντος Θρασυδή[μου {²τοῦ δεῖνος}²(?)] |
[ἔ]δοξεν τῆι βουλῆι καὶ τῶ[ι] δ[ή]- | |
μωι, πρυτάνεων γνώμη· ἐπ[ει]- | |
δὴ Ἀφόβητος Τιμοκράτου Ἄ[ν]δρ[ι]- | |
5 | ος ἀνὴρ ἀγαθός ἐστιν καὶ εὔ[νους] |
τῶι δήμωι τῶι Τηνίων, καὶ διατε- | |
λεῖ χρείας παρεχόμενος καὶ κοιν[εῖ] | |
τεῖ πόλει καὶ ἰδίαι Τενίων {²⁶Τηνίων}²⁶ τοῖς ἐν- | |
τυγχάνουσιν αὐτῶι· ἀγαθεῖ τύχει | |
10 | δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι |
[ἐ]παινέσαι Ἀφόβητον Τιμοκράτου Ἄν- | |
δριον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ | |
στεφά{φα}νωι {²⁶στεφάνωι}²⁶ τῶι ἱερῶι τοῦ Ποσειδῶ- | |
νος καὶ τῆς Ἀμφιτρίτης, ἀρετῆς ἕ- | |
15 | νεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δ[ῆ]- |
μον τὸν Τηνίων, καὶ ἀναγορεῦσαι | |
αὐτῶι τὸν στέφανον τὸν ἄρχοντα | |
τὴν στεφανηφόρον ἀρχὴν ἔν τε τῶι ἱερ[ῶι] | |
τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης, | |
20 | ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυριν |
συντελεῖ ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Πο- | |
σιδείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν | |
τραγωιδῶν· εἶναι δὲ αὐτὸν καὶ τοὺς ἐκγό- | |
νους αὐτοῦ προξένους καὶ εὐεργέτας | |
25 | τῆς πόλεως, δεδόσθαι δὲ αὐτοῖς καὶ πο- |
λιτείαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν, προ[σ]- | |
γραψαμένοις πρὸς φυλὴν καὶ φρατρίαν ἣ[ν] | |
ἂν βούλωνται, καὶ προεδρίαν ἐν τοῖς ἀγῶ- | |
σιν οἷς συντελεῖ ἡ πόλις, καὶ πρόσοδον πρὸ[ς] | |
30 | τὴν βουλὴν καὶ τὸν δῆμον ἐάν του δέων- |
ται πρώτοις μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ | |
καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθί- | |
νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶ- | |
νος καὶ τῆς Ἀμφιτρίτης. |