[ ]
Tenos — 2nd c. BC
| 1 | ἄρχοντος Θρασυδή[μου {²τοῦ δεῖνος}²(?)] |
| [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶ[ι] δ[ή]- | |
| μωι, πρυτάνεων γνώμη· ἐπ[ει]- | |
| δὴ Ἀφόβητος Τιμοκράτου Ἄ[ν]δρ[ι]- | |
| 5 | ος ἀνὴρ ἀγαθός ἐστιν καὶ εὔ[νους] |
| τῶι δήμωι τῶι Τηνίων, καὶ διατε- | |
| λεῖ χρείας παρεχόμενος καὶ κοιν[εῖ] | |
| τεῖ πόλει καὶ ἰδίαι Τενίων {²⁶Τηνίων}²⁶ τοῖς ἐν- | |
| τυγχάνουσιν αὐτῶι· ἀγαθεῖ τύχει | |
| 10 | δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι |
| [ἐ]παινέσαι Ἀφόβητον Τιμοκράτου Ἄν- | |
| δριον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ | |
| στεφά{φα}νωι {²⁶στεφάνωι}²⁶ τῶι ἱερῶι τοῦ Ποσειδῶ- | |
| νος καὶ τῆς Ἀμφιτρίτης, ἀρετῆς ἕ- | |
| 15 | νεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δ[ῆ]- |
| μον τὸν Τηνίων, καὶ ἀναγορεῦσαι | |
| αὐτῶι τὸν στέφανον τὸν ἄρχοντα | |
| τὴν στεφανηφόρον ἀρχὴν ἔν τε τῶι ἱερ[ῶι] | |
| τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης, | |
| 20 | ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυριν |
| συντελεῖ ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Πο- | |
| σιδείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν | |
| τραγωιδῶν· εἶναι δὲ αὐτὸν καὶ τοὺς ἐκγό- | |
| νους αὐτοῦ προξένους καὶ εὐεργέτας | |
| 25 | τῆς πόλεως, δεδόσθαι δὲ αὐτοῖς καὶ πο- |
| λιτείαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν, προ[σ]- | |
| γραψαμένοις πρὸς φυλὴν καὶ φρατρίαν ἣ[ν] | |
| ἂν βούλωνται, καὶ προεδρίαν ἐν τοῖς ἀγῶ- | |
| σιν οἷς συντελεῖ ἡ πόλις, καὶ πρόσοδον πρὸ[ς] | |
| 30 | τὴν βουλὴν καὶ τὸν δῆμον ἐάν του δέων- |
| ται πρώτοις μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ | |
| καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθί- | |
| νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶ- | |
| νος καὶ τῆς Ἀμφιτρίτης. |