| A.1 | ἀγαθεῖ τύχει. ἄρχοντος Ἀγαθί[ωνος], μη̣νὸς Βουφονιῶνος πέμπτη[ι] |
| ἐπὶ δέκα· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι, πρυτάνεων γν[ώ]μ[η]· | |
| ἐπειδὴ Ἀπολλώνιος Ἱεροκλέους Μιλήσιος ἰατρὸς ὑπά̣[ρχων] | |
| ἔν τε τοῖς πρ[ότ]ερον χρόνοις π[ολλ]ὰ[ς ἀποδείξεις ποιησάμενος] | |
| 5 | καὶ κατὰ τὴν τέχνην καὶ κατὰ τὴν λ[οιπ]ὴν [ε]ὔνοιαν [ἄξιον] |
| ἑαυτὸν παρέσχετο τ[ῶν] ψηφισθέ[ντων αὐτῶι ὑπὸ τοῦ δήμου φι]- | |
| λανθρώπων, ἀποδημῶ[ν τε] καὶ δημοσιεύων ἐ[ν ἄλλαις νήσοις ἐ]- | |
| κτενῆ καὶ πρόθυμον ὁμοίως ἑαυτὸν παρείχετο [κατά τε τὴν τέχνην] | |
| καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν πᾶσι τοῖς ἐντυγχ[άνουσιν, ἀρρώσ]- | |
| 10 | των τε πλεόνων παραγενομένων εἰς τὴν ἡμ[ετέραν πόλιν ἐπελ]- |
| θὼν ἐπὶ τὴν ἐκκλησίαν [ἐ]π[η]γ[γε]ίλ[α]το [π]ρ[ό]τερ[όν τε δωρεὰν λει]- | |
| τουργήσειν τὴν ἑξάμηνον τὴν ἐπ’ ἄ[ρχον]το[ς {²τοῦ δεῖνος}²], | |
| καὶ τοῦτο ποιήσαντος αὐτοῦ φιλοτίμως καὶ ἐκτεν̣[ῶς πολλούς τε] | |
| σώισαντος ἐγ μεγάλων ἀρρωστιῶν Κ․․․Ο․#⁷․․Ι[․․ ἐστεφανώθη]· | |
| 15 | νῦν τε λαμβάνων τὸ δημόσιον [ἔρ]γ[ο]ν [παρὰ τῆς πόλεως καὶ λοιμοῦ] |
| καινοῦ περιεστηκότος ἐπικινδύνου ἅπ[αντας τοὺς] νησ[ιώτας, τὸν δῆ]- | |
| μον οὐκ ὠι[ήθ]η δ[ε]ῖ[ν] κατ[αλι]π̣εῖ[ν], ἀλλὰ σ[π]ουδ̣[άζων(?) δ]ι[ετέ]λ[ει δη]- | |
| μοσίαι, καὶ παρεχόμενος ἑαυτὸν πᾶσιν ἀπροφάσιστον καὶ [ἀκόλουθον] | |
| τεῖ ἐξ ἀρχῆς αἱρέσει· ὅπως οὖν καὶ ὁ δῆμος ὁ ἡμέτερος φαίνητ[αι] | |
| 20 | τιμῶν τοὺς ἀξίους τῶν ἀνδρῶν γε[νομένους] κατὰ τὴν δύναμιν [τὴν] |
| ἑαυτοῦ, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι, εἶναι μὲν αὐτῶι κυρ[ίας] | |
| καὶ τὰς πρότερον ἐψηφισμένας παρ’ ἡμῖν τιμὰς καὶ δωρεάς, ἐπαι[νέ]- | |
| σαι δὲ καὶ νῦν Ἀπολλώνιον Ἱεροκλέους Μιλήσιον ἐπὶ τοῖς προει[ρη]- | |
| μένοις καὶ παρακαλεῖν αὐτὸν καὶ εἰς τὸ λοιπὸν τὴν αὐτὴν ἔχειν | |
| 25 | προαίρεσιν, εἰδότα, ὅτι ὁ ἡμέτερος δῆμος μνημονεύσει τῶν ἑ- |
| αυτὸν εὐεργετησάντων· στεφανῶσαι δὲ αὐτὸν καὶ θαλλοῦ | |
| στεφάνωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης ἀ- | |
| ρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν ἡμέτερον | |
| δῆμον· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθί- | |
| 30 | νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρί- |
| της. | |
| B.32 | ἀγαθεῖ τύχει. ἐφ’ ἱερέως ἐν Ῥόδωι Αὐτοκράτευς, μηνὸς Σμινθίου, ἐν δ[ὲ] |
| Τήνωι ἄρχοντος Χαριππίδου, μηνὸς Ἀπατουριῶνος ἕκτει ἱσταμένου, | |
| ἔδοξεν τοῖς συνέδροις τῶν Νησιωτῶν· οἱ προστάται προέγραψαν· Ἀπ[ολ]- | |
| 35 | λώνιος Ἱεροκλέους Μιλήσιος ἰατρὸς ὑπάρχων καὶ ποιησάμενος ἀ[πο]- |
| δείξεις κατά τε τὴν τέχνην καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν ἐπὶ τοὺς | |
| Νησιώτας, ἐπαίνων καὶ στεφάνων ἠξιώθη καὶ τῶν λοιπῶν τι- | |
| μῶν, ἔν τε τοῖς μετὰ ταῦτα χρόνοις διατετέλεκεν ἀκόλουθον [ἑαυ]- | |
| τὸν παρεχόμενος τεῖ ἐξ ἀρχῆς αἱρέσει, περιστάντων δὲ π[αθῶν <ἐν>]- | |
| 40 | δήμων κατὰ κοινὸν τοὺς Νησιώτας, παραμεμένηκεν ἐπὶ [τῶν] |
| τόπων, καὶ πᾶσι τοῖς προσδεηθεῖσιν αὐτοῦ καὶ κατὰ τὴν τ[έχνην] | |
| καὶ κατὰ τὴν λοιπὴν εὔνοιαν ἀπροφάσιστον ἑαυτὸν παρ[έσχε]- | |
| [το, σ]π[ο]υδ̣ῆς καὶ φιλοτιμίας οὐδὲ[ν] ἐλλείπων, καὶ τεθεράπευται πο[λλοὺς] | |
| [ἀσθενοῦντας ἐν τεῖ χώραι τεῖ ἡμε]τέραι, περὶ πλέονος ποιούμενος τὴν [τῶν] | |
| 45 | [νοσούντων σωτηρίαν τοῦ ἰδίου συμφέροντο]ς· ἔν τε τοῖς ἄλλοις ἀνέσ- |
| [τραπται καλῶς καὶ ἀξίως τῶν τε Νησιωτῶν καὶ] τῆς ἰδίας πατρίδο[ς]· | |
| [ὅπως οὖν καὶ οἱ Νησιῶται φαίνωνται τοὺς καλοὺς τῶν ἀνδρ]ῶν τιμῶν[τες] | |
| [ταῖς καταξίαις τιμαῖς, — —] {²etc.}² |
IG XII,5
824