[ ]
Thera — 3rd c. BC
1 | θεοί. |
․․․․․․․․․ ἐλθόντων ἔδοξε τᾶι βουλᾶ[ι] | |
[καὶ τῶι] δάμωι, βο[υ]λᾶς γνώμα· ἐπειδὴ | |
[Ἑρμάφιλο]ς(?) Φιλοστράτου Ῥαύκιο[ς] ἀποσ[τα]- | |
5 | [λὲς ὑ]πὸ τοῦ βασιλέως Πτολ[εμ]αίου [ναύ]- |
[αρ]χος καὶ στραταγὸς τᾶ[ς πό]λιος [ἄλλων] | |
[τ]ε πολλῶν καὶ μεγάλων ἀγαθῶν α[ἴτιος] | |
[γ]εγένηται [τοῖς πολ]ίταις, καὶ ἐνβα[λόν]- | |
[τ]ων λαισ[τᾶν πλο]ίοις μακροῖς πο[τὶ τὸν] | |
10 | [λιμέν]α τὸν [βοῤῥ]αῖον Οἴ[α]ν [καὶ τόπον] |
Θεί[α]ν(?), ἐν ὧι [κ]ατοίκει ὀχλος γυν[αικῶν καὶ] | |
[π]αίδων καὶ ἄλλων σωμάτ[ων] οὐκ ἔ[λασ]- | |
σον τετρακοσίων, καὶ ποτιβ[ολ]ὰς ποιε[υ]- | |
[μέ]νων [τ]ῶν λαιστᾶν, νυ[κτὸς] ἀπέσ[τ]ε[ι]- | |
15 | [λε] ΤΟΥΠΩΝ Ἡφαίστιον ․․․․․οδώρου |
[Καλύ]νδι[ον] καὶ ἄλλος τ[ῶν στ]ρατιωτᾶ[ν] | |
[{²numerus in}²—ο]ς, οἳ καταβ[άντες νυ]κτὸς ἐπὶ | |
[τὸν λιμέ]να μετὰ τῶ[μ πολιτ]ᾶν τός τε | |
[λαιστὰς] ἀπεκρούσα[ντο καὶ κα]τεδίωζα[ν] | |
20 | [ἐς τὰ πλοῖα], καὶ παρα[κινδυνεύ]σαντες ․․ |
[— — — δεδόχθαι τᾶι βουλᾶι καὶ] | |
[τῶι δάμωι, ἐπαινέσαι μὲν Ἑρμ]άφιλ[ον](?) | |
[Φιλοστράτου ἀρετᾶς ἕν]εκα καὶ ε[ὐ]- | |
[νοίας ἇς ἔχων διατελεῖ ἐς τὸ]ς πολίτα[ς] | |
25 | [καὶ τᾶς ποτὶ τὸς θεὸς εὐσεβεί]ας καὶ σω- |
[— — — τᾶς ἁμετέρας] χώρας ․․․ | |
[․․․․․․․․ ἐπαινέσαι δὲ κα]ὶ Ἡφαίστ[ιον] | |
[τὸν καταδιώξαντά τε τὸς λαι]στὰς [καὶ] | |
[παραίτιον ἁμὶν γενόμενον με]τὰ θεῶ[ν τοῦ] | |
30 | [ἀπελθεῖν τάχιστα τὸς λαι]στάς· [ἐπαι]- |
[νέσαι δὲ καὶ πάντας τὸ]ς Ἡφ[αιστίου] | |
[στρατιώτας — — — — — — — — — — — — —]. |