[ ]
Thera — 3rd c. BC
| 1 | πρυτανίων γνώμα· ἐπειδὴ Βάτων Ἐγκα[ι]- |
| ρίου Σάμιος ἀνὴρ καλὸς κἀγαθὸς ὢν | |
| διατελεῖ καὶ πολλῶν καὶ ἀγαθῶν συν- | |
| [α]ίτιος γεγένηται τᾶι πόλι τᾶι Θηραίω[ν], | |
| 5 | πράσσωγ καὶ βουλεύων τὰ συμφέρον- |
| τα Θηραίοις, καὶ διαφυλάσσει τὰν εὔνο[ι]- | |
| [α]ν τὰμ ποτὶ Θηραίος, πολλὰν σπου- | |
| [δὰ]ν καὶ ἐπιμέλειαμ [πᾶσαν παρεχό]- | |
| [μεν]ος καὶ τ[ῶμ πολιτᾶν] τῶμ παρα- | |
| 10 | [γενομέν]ων, δ[ε]δόχθαι τῶι [δ]άμωι, ἐπα[ι]- |
| [νέσαι] μὲν [Βάτωνα Ἐγκ]αιρίου Σάμιον | |
| [ἀρετᾶ]ς ἕ[νεκα καὶ εὐεργεσ]ίας τᾶς ἐς | |
| [τὸν δᾶ]μ[ον καὶ εὐνοίας] ἃν δείκνυτα[ι], | |
| [καὶ ἦμεν αὐτὸμ πρόξενον] καὶ εὐεργέ- | |
| 15 | [ταν τοῦ δάμου τοῦ Θηραίων] καὶ αὐτὸν |
| [καὶ ἐκγόνος, ἦμεν δὲ αὐτ]ῶι καὶ ἔσπλουν | |
| [καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀ]σπονδεὶ καὶ πο- | |
| [λέμου καὶ εἰράνας, καὶ πόθ]ο[δ]ομ ποτὶ τὰμ | |
| [βουλὰν καὶ τὸν δᾶμ]ον πράτωι μετὰ τὰ | |
| 20 | [ἱερά, καὶ ἀτέλειαν πάντ]ω[ν] ὧν κα ἐσάγη[ι] |
| [ἢ ἐξάγηι ἢ διάγηι ἐς τὸν ἴ]διον οἶκον· καὶ | |
| — — — — — — — — — — — — — — — — — — αὐτὸν | |
| — — — — — — — — — — — — — — — — —ον κα[ὶ] | |
| — — — — — — — — — — — — — — — — — — — — |