[ ]
Thera
1 | ὁ δᾶμος ἀφηρώϊξε [καὶ ἐτ]είμασε [τὸν] |
ἱερέα Ἀπόλλωνος Καρνείου διὰ γένους | |
❦ Ἄδμητον ❦ Θεοκλείδα | |
πάσας ἀρετᾶς ἕνεκα καὶ σωφροσύνας. | |
4a | {²a dextra vv. 7-9, corona}² |
5 | εἴ τι παρ’ Αἱμονιεῦσι γένος πολιοῖο Φέρητος, |
εἴ τι παρ’ Εὐρώται κόμπασαν Οἰβαλίδαι | |
ἀνδρασιν ἐν προτέροις καθαρώτατον, οἵ βασιλήων | |
παῖδες καὶ μεγάλων ἦσαν ἀπ’ ἀθανάτων, | |
τοῦτο λαχὼν Ἄδμητος ἴ[σ]ο[ν πι]νυτῆτι καὶ αἰδοῖ | |
10 | μοῖραν ἀνέπλησεν ῥιγεδανοῦ βιότου, |
μητρὶ λιπὼν ἀλόχῳ τε βαρὺν πόνον· ἀλλὰ τί θαῦμα; | |
καὶ Θέτις /// Αἰακίδην κλαῦσεν ἀποφθίμενον. |