[ ]
Thera
| 1 | ἁ βουλὰ καὶ ὁ δᾶμος Οὐλπίαν |
| Νοβίαν Οὐατεινία Βασιλόκληαν | |
| Νοβίας Βειβίας θυγατέρα ἀφηρώϊξε. | |
| ὅτι μὲν πρόμοιρος ἁρπάγην ἐγὼ λυγρὰ | |
| 5 | ἐκ τοῦ γλυκυτάτου φωτὸς ἐ<ς> τὸν Ἀΐδαν |
| ἄτεκνος, ἀλγύνεσθε τοῦτ’ ἐπίσταμαι· | |
| πλὴν δ’ οὐκ ἄσαμος κἂν φθιτοῖς νομίζομαι | |
| ἁ Βασιλόκληα διὰ γένος καὶ τοὔνομα | |
| συνευνέτας γὰρ οὑμὸς ὡς {²⁶ὡξ}²⁶ Οἴας Πέλοψ | |
| 10 | πασῶν ἀρίσταν ἠδὲ κοσμίαν ἐμὲ |
| ἀφηροΐξας δεῖξε Πλουτῆος κόρᾳ. | |
| Λοιπὸν τί λυπῇ, εὐσεβῆς <σ>υνευνέτα, | |
| τὰν νύκτα θρηνῶν τὰν ἐμὰν ἱμαρμέναν; | |
| τοῦτ’ ἤθελεν γὰρ Γένεσις καὶ Μοιρῶν μίτοι, {²sic}² | |
| 15 | αἷς οὐδ’ Ἀχιλλεὺς Θέτιδος ἐκ θεᾶς γεγὼς |
| στᾶμεν ποτ’ ἀλκὰν δυνατὸς εὑρέθη θέλων. |