[ ]
Thera
| 1 | ὁ δᾶμος ἀφηρώϊξε καὶ ἐτείμασε τὸν |
| ἱερέ{ι}α {²⁶ἱερέα}²⁶ Ἀπόλλωνος Καρνείου διὰ γένους | |
| Ἄδμητον Θεοκλείδα πάσας ἀρετᾶς ἕνεκα | |
| καὶ σωφροσύνας. | |
| 5 | οὐ μόνον εὐχοῦμεν Λακεδαίμονος ἐκ βασιλήων, |
| ξυνὰ δὲ Θετταλίης ἐκ προγόνων γενόμην, | |
| σῴζω δ’ Ἀδμήτου κατ’ ἴσον κλέος ὡς ὄνομ’ εὐχῶ. | |
| εἰ δὲ δύω λείποντα τριηκοστοῦ ἔτεός με | |
| Θευκλείδα πατρὸς νόσφισε Μοῖρ’ ὀλοή, | |
| 10 | τετλάτω ὡς Πηλεὺς ὡς προπάτωρ [τ]ε Φέρης· |
| οὐδὲ γὰρ ἄρ[κε]σιν ἔσχεν· ἐπεὶ πάντως | |
| ἂν ὑπέστη | δὶς θανέε<ι>ν [αὐ]τὸς [ζῶ]ντ’ ἐ[μ<ὲ>] λειπόμενος. |