| 1 | σοὶ Πλα[τ]ανη[ὶς] ἀνῆκε κόρη Διὸς ὑδατόεσσα |
| πηγὴ Νυμφάων, Ὄρφιτε, νᾶμα φίλον· | |
| ἔνθα πάλαι βασιλῆες ἀπὸ πτολέμοιο καμόντες | |
| ἔγχεα καὶ κόρυ<θ>ας κάθθεσαν ἱππολόφους· | |
| 5 | ἐξ οὗ δὴ Δορύκναμα τεὸς λάχεν οὔνομα χῶρος, |
| χῶρος ἐλαιηρῇ τερπόμενος λιβάδι. | |
| πάντα δέ σοι νῦν ταῦτα δι’ ἐργατίναις παλάμαισιν | |
| τρισσὸν ὑπὸλ λυκάβαν Γραμματικὸς τελέω. |
IG XII,2
129[1]