| 1 | [σ]οὶ Πλα[τ]ανη[ίς] ἀνῆκε κόρη Διὸς ὑδατόεσσα |
| πηγή<ν>, Νυμφάων Ὄρφιτε νᾶμα φίλον· | |
| ἔνθα πάλαι βασιλῆες ἀπὸ πτολέμοιο καμόντες | |
| ἔγχεα καὶ κόρυ<θ>ας κάθθεσαν ἱππολόφους· | |
| 5 | ἐξ οὗ δὴ Δορυκνᾶμα τέος λάχεν οὔνομα χῶρος, |
| χῶρος ἐλαιηρῆ τερπόμενος λιβάδι. | |
| πάντα δέ σοι νῦν ταῦτα διεργατίναις παλάμαισιν | |
| τρίσσον ὑπὸ λλυκάβαν Γραμματικὸς τελέω. |
IG XII,2
129