[ ]
Delos — 116/5 BC
1 | ἀγαθᾶι τύχαι· πρειγευσάντων Κνωσίων τᾶς πόλιος ἐπὶ τὰς πό- |
λεις τάν τε τῶν Λατίων καὶ τῶν Ὀλοντίων καὶ παρκαλεσάν- | |
των δόμεν αὐτοῖς ἐξαρχίδιον τὰν ἐπιτροπὰν περὶ ὧν | |
καὶ πρὸ τῶ, ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βωλευσα- | |
5 | μένοις, ἐπὶ κόσμων Κνωσοῖ μὲν τῶν σὺν Νενναίῳ {ν} τῷ |
Μοψείω, μηνὸς Σπερμίω δευτέραι, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Διο- | |
κλεῖ τῷ Ἡρώιδα, μηνὸς Θιοδαισίω δευτέραι, ἐν δὲ Ὀλόντι | |
τῶν σὺν Μενοντίδαι τῷ Ἀκάσσονος, μηνὸς Ἐλευσυνίω | |
δευτέραι, δόμεν τὰν ἐπιτροπὰν Λατίος καὶ Ὀλοντίος | |
10 | τᾶι τῶν Κνωσίων πόλι περὶ τῶν ἀμφιλλεγομένων αὐτοῖς |
πόλι πορτὶ πόλιν πάντα περὶ πάντων, καὶ θέμεν στάλαν ἐ- | |
ν ἁμέραις τριάκοντα Κνωσοῖ μὲν ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος | |
τῶ Δελφιδίω καὶ ἐν τῷ ἱαρῶι τῷ Δέραι, Λατοῖ δὲ ἐν τῶι τῆς Ἐλευ- | |
θυίας, ἐν δὲ Ὀλόντι ἐν τῶι ἱαρῶι τῶ Ζηνὸς τῶ Ταλλαίω, ἄλλαν | |
15 | δὲ κοινᾶι ἐν Δάλωι ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος· ὑπὲρ δὲ τού- |
τω τῶ τιθεμένω ἐνγρόφω ἐς Δᾶλον, ἀποστηλάντων οἵ τε | |
Κνώσιοι καὶ οἱ Λάτιοι καὶ οἱ Ὀλόντιοι πορτὶ τὸν ἐπιμελη- | |
τὰν πρειγείαν καὶ γράμματα ἐν ἁμέραις τριάκοντα, ὥστε στᾶ- | |
<σα>ι στάλαν ἐς ἃν ἀναγραφησ<ε>ῖ τὰ δεδογμένα· καὶ ταῦτα ἔσ- | |
20 | τω κύρια. Κρινόντων δὲ οἱ Κνώσιοι ἐν ἑξαμήνωι, ἄρχοντος |
μηνὸς Καρωνίω τῶ ἐπὶ Νενναίωι, ὡς δὲ Λάτιοι ἄγοντι, μηνὸς | |
Χ̣αρ̣τιωβ̣ιαρ̣ίω?, ὡς δὲ Ὀλόντιοι ἄγοντι, μηνὸς Δελφινίω· καὶ κύ- | |
ριοι ἔντων οἱ Κνώσιοι ἀνγράφοντεν τὸ γενόμενον κρίμα ἐμ μὲν | |
ταῖς ἐν Κρήτᾳ στάλαις ἐν ἁμέραις τριάκοντα, ἐς δὲ Δᾶλον ἐξα- | |
25 | ποστηλάντων ἐν ταῖς αὐταῖς ἁμέραις· εἰ δέ κα παργένηται |
ὁ πρειγευτὰς ὁ ἀπεσταλμένος [ὑ]πὸ τῶν Κνωσίων ἐς Δᾶλον, | |
κύριος ἔστω ἀγγράφων ἐς τὰν αὐτὰν στάλαν τὸ κρίμα· τὰ δὲ | |
κριθέντα καὶ ἀγγραφέντα ὑπὸ τῶν Κνωσίων βέβαια καὶ κύρια | |
ἦμεν ἐς τὸν πάντα χρόνον καὶ μηκέτι ὑπολείπεσθαι αὐτοῖς | |
30 | περὶ μηθενὸς ἔνκλημα μηθὲν παρευρέσει μηδεμιᾶι. δόντων δὲ |
Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐγγρόφω ἑκάτεροι χέρα τᾶι τῶν Κνω- | |
σίων πόλι καὶ αὐτοσαυτοῖς· ἐγγύος δὲ καταστασάντων ἐν ἁμέ- | |
ραις εἴκοσι Κνωσίος διὰ τῶ Κνωσοῖ χρεωφυλακίω ὑπὲρ τούτω τῶ ἐγ- | |
γρόφω οἵ τε Λάτιοι καὶ οἱ Ὀλόντιοι τοῖς Κνωσίοις ἑκάτεροι ἀργυρίω ἀ- | |
35 | λεξανδρείων ταλάντων δέκα [ἐφ’ ὧ]ι ἐμμενίοντι ἐν τούτῳ τῷ ἐγγρόφῳ |
καὶ ἐν τοῖς κριθένσι ὑπὸ τὰς πόλε[ο]ς· ὁπότεροι δὲ μὴ ἐμμένοιεν, τᾶν | |
πρᾶξιν ἦμεν ἐκ τῶν ἐγγύων καὶ οἱ τῶν Κνωσίων κόσμοι πράξαν- | |
τες ἀποδόντων τοῖς ἐμμένονσι, καὶ πάντως ἔστω τὰ κριθέντα | |
κύρια· ἔντων δὲ οἱ ἔγγυοι μέστα κα ἡ κρίσις ἐπιτελεσθῆι καὶ ἀγγρα- | |
40 | φῆι, καθὼς προγέγραπται· εἰ δέ τί κα δόξῃ ὕστερον ταῖς πόλεσι, Κνω- |
σίοις καὶ Λατίοις καὶ Ὀλοντίοις ἢ πορτιγράψαι ἢ ἀφελέν, ταῦτα | |
ἔστω κύρια. | |
vac. | |
ἀγαθαῖ τύχαι· ἐπὶ Σαραπίωνος ἄρχοντος, μηνὸς Πυανοψι- | |
ῶνος, ὁ παραγενόμενος πρεσβευτὰς παρὰ τᾶς πόλεος | |
45 | τᾶς Κνωσίων Ἁγησίπολις Ἀγαθάνδρω ποτανέγραψε |
τὸ ὑποτεταγμένον ψάφισμα, συνευ{ε}δοκιόντων {²⁶συνευδοκιόντων}²⁶ | |
καὶ τῶν παραγενομένων πρεσβευτᾶν, παρὰ μὲν τᾶς | |
Λατίων πόλεος Ἀρισστάνδρω τῶ Γλαυκία, παρὰ δὲ | |
τᾶς Ὀλοντίων πόλεος Ἰκαδίωνος τῶ Ἀρχικώμω, κατὰ τὰ ἀ- | |
50 | ποδοθέντα ποτὶ τὸν ἐπιμελητὰν παρὰ τῶν πόλεων γράμματα. |
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βουλευσαμένοις, συν- | |
ευδοκησάντων καὶ Κνωσίων, ἀμβαλὲν ὑπερθεμένοις | |
κατὰ τὰν ἐπιτροπὰν τὸν προγεγραμμένον χρόνον ἐν τᾶι | |
στάλαι τὸν ἐπὶ Νενναίω {ι} Κνωσοῖ κόσμω καὶ Διοκλεῖος Λα- | |
55 | τίω καὶ Μενοντίδα Ὀλοντίω· ἐγγράψαι δὲ ὥστε κυρίος ἦμεν |
κρίνοντας Κνωσίος ἐν μησὶν δεκαδύο, ἄρχοντος μηνὸς Ν[ε]- | |
κυσίω, ἐπὶ Ἁγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Κυ- | |
δάννωι τῶι Ἐνίπαντος, μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ | |
τῶν σὺν Ἀντικλεῖ τῶι Εὐβώλω {ι}, μηνὸς Ἀπελλαίω· | |
60 | δόντων δὲ Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτε- |
ροι χέρα τᾶι τῶν Κνωσίων πόλει καὶ αὐτοσαυτοῖς. |