[ ]
Delos — end 2nd c. BC
| 1 | ἔδοξεν Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλι· ἐπειδὴ |
| Διοσκουρίδης Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκλη- | |
| πιοδώρου Ταρσεύς, γραμματικός, διὰ τὰν εὔνοιαν ἃν | |
| ἔχει πορτὶ τὰν ἁμὰν πόλιν συνταξάμενος ἐνκώ- | |
| 5 | μιον κατὰ τὸν ποιητὰν ὑπὲρ τῶ ἁμῶ ἔθνιος, ἀπήστελ- |
| κε Μυρῖνον Διονυσίω Ἀμισηνόν, ποιητὰν ἐπῶν καὶ με- | |
| λῶν, τὸν αὐτοσαυτῶ μαθετάν, διαθησιόμενον τὰ | |
| πεπραγματευμένα ὑπ’ αὐτῶ· ὑπὲρ ὧμ Μυρῖνος πα- | |
| ραγενόμενος παρ’ ἁμὲ καὶ ἐπελθὼν ἐπί τε τὸς κόσμος | |
| 10 | καὶ τὰν ἐκκλησίαν ἐμφανία κατέστασε διὰ τᾶν ἀκρο- |
| α[σίω]ν τὰν τῶ ἀνδρὸς φιλοπονίαν τάν τε περὶ τὸ | |
| ἐπιτάδουμα εὐεξίαν, ὁμοίως δὲ καὶ τὰν εὔνοιαν ἃν | |
| ἔχει πορτὶ τὰν πόλιν, ἀνανεώμενος αὐτ<ὸ>ς τὰμ προγο- | |
| νικὰν ἀρετάν, δι’ ἐγγράφω ἐπ[έδει]ξε, καὶ τοῦτο π[ε]- | |
| 15 | δὰ πλίονος σπουδᾶς καὶ φιλοτ[ιμί]ας τὸν ἀπολογισ- |
| μὸν ποιιόμενος καθὼς ἐπέβαλλε ὑπὲρ ἰδίω παιδε[υ]- | |
| τᾶ· ἐφ’ ὧν καὶ τὸ πλῆθος τῶν πολιτᾶν, ἀκούσαντεν | |
| τὰ πεπραγματευμένα καὶ τὰν ὅλαν αἵρεσιν τῶ ἀν- | |
| δρὸς ἃν ἔχων τυγχάνει εἰς τὰν ἁμὰν πόλιν, ἀπεδέ- | |
| 20 | ξατο μεγάλως· ὁπᾶ<ι> ὦν καὶ ἁ πόλις τῶν Κνωσίων |
| φαίνηται εὐχάριστος ἰόνσα καὶ τὸς καλὸς κἀγα- | |
| θὸς τῶν ἀνδρῶν ἀποδεχομένα καὶ τιμίονσα | |
| τάς τε καταξίανς χάριτανς ἀποδιδόνσα τοῖς | |
| εὐεργετῆν αὐτὰν προαιριομένοις, καὶ φανερὰν | |
| 25 | καθιστάνσα ἐς πάντας ἀνθρώπος ἃν ἔχει διά- |
| λαμψιν ὑπὲρ τῶν εὐνόως διακειμένων πορ- | |
| τ’ αὐτάν· δεδόχθαι τᾶι πόλι ἐπαινέσαι Διοσκουρί- | |
| δην Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκληπι- | |
| οδώρου ἐπί τε τοῖς πεπραγματευμένοις ὑπ’ αὐτῶ | |
| 30 | καὶ τᾶι προαιρέσει ἃν ἔχων τυγχάνει ἐς τὰν |
| ἁμὰν πόλιν· ἦμεν δὲ αὐτὸν καὶ πρόξ<ε>νον | |
| καὶ πολίταν τᾶς ἁμᾶς πόλεος, αὐτὸν καὶ ἐσγό- | |
| νος, καὶ πεδέχεν θίνων καὶ ἀνθρωπίνων | |
| πάντων ὧν καὶ αὐτοὶ Κνώσιοι πεδέχοντι· | |
| 35 | ἦμεν δὲ αὐτοῖς καὶ ἔγκτησιν γᾶς καὶ ο<ἰ>κίας καὶ |
| ἀσφάλειαν πολέμω καὶ εἰρήνας καὶ καταπλέον- | |
| σι ἐς τὸς Κνωσίων λιμένας καὶ ἐκπλέονσι, αὐ- | |
| τοῖς καὶ χρήμασι τοῖς τούτων ἀσυλεὶ καὶ ἀσπον- | |
| δεί. ὁπᾶι δὲ καὶ τοῖς ἐπιγινομένοις ἀείμνασ- | |
| 40 | τος ὑπάρχηι ἁ τᾶς πόλεος ἐκτενὴς προαίρεσις |
| καὶ φανερὰ ἦι ἁ εὔνοια τοῖς γνησίως καὶ ἐνδόξως | |
| τῶν καλλίστων ἐπιταδουμάτων προεστακόσι | |
| καὶ τοῖς <τὰν> πορτ’ αὐτὰν εὔνοιαν αὔξεν προαιριο- | |
| μένοις, ἀναγράψαι τόδε τὸ ψάφισμα ἐς στάλαν | |
| 45 | λιθίναν καὶ ἀνθέμεν ἐς τὸ ἱερὸν τῶ Ἀπέλ- |
| λωνος τῶ Δελφιδίω· αἰτήσαθθαι δὲ καὶ τόπον | |
| Ἀθηναίων τὸνς ἐν Δάλωι κατοικίοντας καὶ θέ- | |
| μεν ἐν τῶι ἱερῷ τῶ Ἀπέλλωνος λαβόντας τὸν | |
| ἐπιφανέστατον τόπον· γράψαι δὲ περὶ τούτων | |
| 50 | τὰμ πόλιν πορτὶ Ἀθηναίος τὸς ἐν Δάλωι κατοι- |
| κίοντας καὶ πορτὶ τὸν Ταρσέ<ω>ν δᾶμον ὑποτά- | |
| ξαντας τὸ ἀντίγραφον τῶδε τῶ ψαφίσματος. | |
| αἱρέθη ἐπὶ τᾶς ἀναθέσιος τᾶς στάλας | |
| Μακκιάδων Θαρυμάχω καὶ Λεόντιος Κλυμενίδα. | |
| 55 | crown crown |