[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀντίγονος |
| Χαριστίου εἶπεν· ἐπειδὴ Ποσίδεος Διονυσί- | |
| ου Ὀλβιοπολίτης ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ | |
| περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί- | |
| 5 | ων καὶ χρείας παρέχεται καὶ κοινεῖ τεῖ |
| πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ- | |
| τῶι τῶμ πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα- | |
| ρακαλεῖ· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
| μωι· ἐπαινέσαι Ποσίδεον Διονυσίου Ὀλβι- | |
| 10 | οπολίτην καὶ εἶναι αὐτὸν πρόξενον τοῦ |
| ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγό- | |
| νους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησι[ν] | |
| καὶ πρόσοδον {πρόσοδον} πρὸς τὴν βουλὴν καὶ | |
| τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπά[ρ]- | |
| 15 | χειν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὅσα δέδο- |
| ται τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- | |
| ταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ | |
| τόδε τὸ ψήφισμα τὴμ μὲμ βουλὴν εἰς τὸ βου- | |
| λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερὸν | |
| 20 | εἰς στήλην· Νικάνωρ Νικάνορος ἐπεψήφισεν. |