[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τιμη[σίερ]- |
| γος Ἀνδρ[οθ]άλου εἶπεν· [ἐπ]ειδὴ [Διόδωρος] | |
| Ἀρώτου [Ὀλβιοπολίτης? ἀ]νὴρ ἀγ[αθὸς ὢν διατελεῖ] | |
| περί τε τὸ [ἱε]ρὸν καὶ τ[ὸν δῆμον τὸν Δηλίων] | |
| 5 | καὶ χρείας παρέχε[ται καὶ κοινεῖ τεῖ πό]- |
| λει καὶ ἰδίαι τοῖς ἐν[τυγχάνουσιν αὐτῶι τῶμ] | |
| πολιτῶν εἰς ἃ ἄν τ[ις αὐτὸν παρακαλεῖ]· | |
| δεδόχθαι τεῖ βουλε[ῖ καὶ τῶι δήμωι· ἐπαι]- | |
| νέσαι Διόδωρον Ἀρ[ώτου Ὀλβιοπολίτην? καὶ εἶναι αὐ]- | |
| 10 | τὸν πρόξενον τοῦ [ἱεροῦ καὶ Δηλίων καὶ αὐ]- |
| τὸν καὶ ἐκγόνους κ[αὶ εἶναι αὐτοῖς γῆς καὶ οἰ]- | |
| κίας ἔγκτησιν καὶ π[ρόσοδον πρὸς τὴμ βου]- | |
| λὴν καὶ τὸν δῆμον π[ρώτοις μετὰ τὰ ἱερά· ὑπάρ]- | |
| [χ]ειν δὲ αὐτοῖς καὶ [τἄλλα πάντα ὅσα δέ]- | |
| 15 | δοται τοῖς ἄλλοις [προξένοις καὶ εὐεργέταις] |
| τοῦ τε ἱεροῦ καὶ Δηλ[ίων· ἀναγράψαι δὲ τόδε τὸ] | |
| ψήφισμα τὴμ μὲμ β[ουλὴν εἰς τὸ βουλευτήριον], | |
| τοὺς δὲ ἱεροποιοὺς ε[ἰς τὸ ἱερὸν εἰς στήλην]· | |
| Νικάνωρ Νικάνορος ἐ[πεψήφισεν]. |