[ ]
Delos — stoich. — beg. 2nd c. BC
| corona laurea | |
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀ[ν]- |
| τίλακος Σιμίδου εἶπεν· ἐπειδὴ Πόπ[λι]- | |
| [ος] Κορνήλιος Ποπλίου ὑὸς Σκιπίω[ν] | |
| [Ῥ]ωμαῖος πρόξενος ὢν καὶ εὐεργέτη[ς] | |
| 5 | τοῦ τε ἱεροῦ καὶ Δηλίων τὴν πᾶσαν ἐπ[ι]- |
| μέλειαν ποεῖται περί τε τοῦ ἱεροῦ | |
| καὶ Δηλίων· δεδόχθαι τεῖ βουλεῖ κα[ὶ] | |
| τῶι δήμωι στεφανῶσαι Πόπλιον Κορν[ή]- | |
| λιον Ποπλίου ὑὸν Σκιπίωνα Ῥωμαῖον | |
| 10 | τοῖς Ἀπολλωνίοις δάφνης στ[ε]φάνωι |
| τῶι ἱερῶι· ἀναγορεῦσαι δὲ τὸν ἱεροκ[ή]- | |
| ρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ τῶν παίδων χ[ο]- | |
| ροὶ ἀγωνίζωνται, τόδε τὸ κήρυγμα· | |
| στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Πόπλιον | |
| 15 | Κορνήλιον Σκιπίωνα Ῥωμαῖον δάφνη[ς] |
| στεφάνωι τῶι ἱερῶι ἀ[ρ]ετῆς ἕνεκεν | |
| καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν κα[ὶ] | |
| εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίω[ν]· | |
| Λυσανίας Καίβωνος ἐπεψήφισεν. |