[ ]
Delos — end 3rd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- |
| μωι· Ἀντίλακος Σιμίδου εἶπεν· | |
| [ἐ]πειδὴ Πράξων Ἀριστωνύμ[ου] | |
| [Ῥ]όδιος ἀνὴρ ἀγαθὸς ὢν διατε- | |
| 5 | λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆ- |
| μον τὸν Δηλίων καὶ χρείας παρέ- | |
| χεται καὶ κοινεῖ τεῖ πόλει καὶ ἰδίαι | |
| τοῖς ἐντυγχάνουσιν αὐτῶι | |
| τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν | |
| 10 | παρακαλεῖ, ἀπροφασίστως τὴν |
| πᾶσαν σπουδὴν καὶ ἐπιμέλει- | |
| αν ποιούμενος· περὶ δὴ τούτων | |
| [δε]δόχθαι τεῖ βου<λ>εῖ καὶ τῶι δήμ[ωι]· | |
| [ἐπαινέσαι? Πρά]ξωνα Ἀριστ[ωνύ]- | |
| 15 | [μου Ῥόδιον — — — — — — —]. |