[ ]
Delos — end 3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χα- |
| ρίας Χαριστίου εἶπεν· ἐπειδὴ Ἀρχίνικος | |
| Γοργώπα Θηραῖος, πρόξενος ὢν καὶ εὐ- | |
| εργέτης τοῦ ἱεροῦ καὶ Δηλίων, χρείας | |
| 5 | παρέχεται Δηλίοις καὶ κοινῆι πᾶσιν |
| καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι· | |
| περὶ δὴ τούτων δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· ἐπαινέσαι Ἀρχίνικον | |
| Γοργώπα Θηραῖον καὶ στεφανῶσαι | |
| 10 | δάφνης στεφάνωι τῶι ἱερῶι καὶ ἀ- |
| ναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι | |
| θεάτρωι τοῖς Ἀπολλωνίοις, ὅταν οἱ {τ} | |
| τῶν παίδων χοροὶ ἀγωνίζωνται, τόδε | |
| τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη- | |
| 15 | λίων Ἀρχίνικον Γοργώπα Θηραῖον |
| δάφνης στεφάνωι ἀρετῆς ἕνεκεν | |
| καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ | |
| εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δη- | |
| λίων· Μαντίθεος Μαντιθέου ἐπε- | |
| 20 | ψήφισεν. |