[ ]
Delos — end 3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀντί- |
| λακος Σιμίδου εἶπεν· ἐπειδὴ Ἀρχίνικος | |
| Γοργώπα ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε- | |
| ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων | |
| 5 | καὶ χρείας παρέχεται καὶ κοινεῖ καὶ |
| ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν | |
| πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν παρακαλεῖ· | |
| δεδόχθαι τῆι βουλῆι καί τῶι δήμωι· | |
| εἶναι Ἀρχίνικον Γοργώπα Θηραῖον πρό- | |
| 10 | ξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ |
| καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκ<γ>όνους | |
| καὶ εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκί- | |
| ας ἔγκτησιν καὶ πρόσοδον πρὸς τὴν | |
| βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ | |
| 15 | τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλ- |
| λα ὅσα δέδοται καὶ τοῖς ἄλλοις προ- | |
| ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ | |
| καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ | |
| φήφισμα τὴν μὲν βουλὴν εἰς τὸ βου- | |
| 20 | λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ |
| ἱερόν· Τελέσων Τηλεμνήστου ἐπε- | |
| ψήφισεν. |