[ ] Delos — stoich. — beg. 2nd c. BC
corona laurea
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀ[ν]-
τίλακος Σιμίδου εἶπεν· ἐπειδὴ Πόπ[λι]-
[ος] Κορνήλιος Ποπλίου ὑὸς Σκιπίω[ν]
[Ῥ]ωμαῖος πρόξενος ὢν καὶ εὐεργέτη[ς]
5 τοῦ τε ἱεροῦ καὶ Δηλίων τὴν πᾶσαν ἐπ[ι]-
μέλειαν ποεῖται περί τε τοῦ ἱεροῦ
καὶ Δηλίων· δεδόχθαι τεῖ βουλεῖ κα[ὶ]
τῶι δήμωι στεφανῶσαι Πόπλιον Κορν[ή]-
λιον Ποπλίου ὑὸν Σκιπίωνα Ῥωμαῖον
10 τοῖς Ἀπολλωνίοις δάφνης στ[ε]φάνωι
τῶι ἱερῶι· ἀναγορεῦσαι δὲ τὸν ἱεροκ[ή]-
ρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ τῶν παίδων χ[ο]-
ροὶ ἀγωνίζωνται, τόδε τὸ κήρυγμα·
στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Πόπλιον
15 Κορνήλιον Σκιπίωνα Ῥωμαῖον δάφνη[ς]
στεφάνωι τῶι ἱερῶι ἀ[ρ]ετῆς ἕνεκεν
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν κα[ὶ]
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίω[ν]·
Λυσανίας Καίβωνος ἐπεψήφισεν.
Search Help