[ ]
Delos — 230-220 BC
| — — — — — — — — — — — — — — — — | |
| 1 | [τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶ]ν |
| καθ’ ἃ ἄν τις αὐτ[ὸν παρακαλε]ῖ, κατά | |
| τε τὴν τέχνην τὴν ἰατρικὴν πολλοῖς | |
| βεβοήθηκεν καὶ κατὰ τὰ ἄλλα πρόθυ- | |
| 5 | μος ὢν διατελεῖ· δεδόχθαι τῆι βουλῆι |
| [κ]αὶ τῶι δήμωι· εἶναι Ἄρχιππον Πο- | |
| [λυ]χάρους Κεῖον πρόξενον καὶ εὐερ- | |
| [γέ]την τοῦ τε ἱεροῦ καὶ τοῦ δήμου τοῦ | |
| [Δη]λίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ | |
| 10 | εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας |
| ἔγκτησιν, καὶ προεδρίαν ἐν τοῖς ἀ- | |
| γῶσιν, καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώ- | |
| τοις μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
| 15 | καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ τοῖς ἄλ- |
| λοις προξένοις καὶ εὐεργέταις τοῦ | |
| τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ | |
| τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς | |
| τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς | |
| 20 | εἰς τὸ ἱερόν· Σῆμος Κοσμιάδου ἐπεψή- |
| φισεν. |