[ ]
Delos — 220-210 BC
| 1 | [— — πρώ]τ̣οις μετ̣ὰ τ̣ὰ [ἱερά· εἶναι] |
| [δὲ αὐτοῖς καὶ] τἄλλα πάντα ὅσα δέ[δοται] | |
| [ὑπὸ τοῦ δήμου τ]οῦ Δηλίων τοῖς προξένοις | |
| [καὶ εὐεργέταις το]ῦ τε ἱεροῦ καὶ Δηλίω[ν]· στε- | |
| 5 | [φανῶσαι δὲ α]ὐτὸν ἐν τῶι θεάτρωι [Ἀ]πολ[λ]ω- |
| [νίων τῶι ἀ]γῶνι, ὅταν οἱ τῶμ παίδων χοροὶ | |
| [ἀγων]ίζωνται, δάφνης στεφάνωι τῶι ἱε[ρῶι] | |
| [καὶ] ὁ ἱεροκῆρ[υξ] ἀναγορευσάτω τόδε τὸ κ[ήρυγ]- | |
| [μα]· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Ἁγνόθε[ον ․․] | |
| 10 | [․․․]οκράτου Ἀθηναῖον δάφνης στεφάν[ωι] |
| [ἀρε]τῆς ἕνεκεν καὶ εὐσεβείας τῆς πε[ρὶ τὸ] | |
| [ἱερὸ]ν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸ[ν Δη]- | |
| [λίων]· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα [τὴν] | |
| [μὲν β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺ[ς δὲ ἱε]- | |
| 15 | [ροποιοὺς εἰ]ς [τὸ ἱερ]όν· Σωτέλης Τηλ[εμνήσ]- |
| [του] ἐπε[ψήφισεν]. |