[ ]
Delos — 240-230 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βούλων Τύννω- |
| νος εἶπεν· ἐπειδὴ Ἄδμητος ὁ πρόξενος χρείας | |
| πολλὰς καὶ μεγάλας παρέσχηται τῶι ἱερῶι καὶ | |
| τῶι δήμωι τῶι Δηλίων καὶ κοινῆι καὶ καθ’ ἰδίαν | |
| 5 | ἀεὶ τοῖς ἐντυνχάνουσιν αὐτῶι τῶν πολιτῶν· |
| ἵνα οὖν καὶ ὁ δῆμος εὐχάριστος ὢν φαίνηται, | |
| ὅσοι τιμῶσι τὸ ἱερὸν καὶ εὐεργετεῖν αὐτοὺς | |
| προείρηνται· τύχηι ἀγαθῆι· δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· ἀναθεῖναι εἰκόνας χαλκᾶς δύο τοῦ | |
| 10 | προξένου Ἀδμήτου, τὴν μὲν εἰς τὸ ἱερόν, τὴν δὲ |
| εἰς Θεσσαλονίκην καὶ στῆσαι τὴν μὲν εἰς τὸ ἱε- | |
| ρὸν π<αρὰ τὸν βωμὸν τοῦ Διὸς τοῦ Πολι- | |
| έως> καὶ ἐπιγράψαι ἐπὶ τὴν εἰκόνα τὴν ἐπιγρα- | |
| φὴν τήνδε· ὁ δῆμος ὁ Δηλίων Ἄδμητον Βόκρου Μα- | |
| 15 | κεδόνα ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περ[ὶ] |
| τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
| ἀποστεῖλαι δὲ καὶ πρεσβευτὴν ὅστις ἀφικόμενος | |
| εἰς Θεσσαλονίκην τά τε ψηφίσματα ἀποδώσει κ[αὶ] | |
| ἀξιώσει τὸν δῆμον τὸν Θεσσαλονικέων ὄντα φίλο[ν] | |
| 20 | καὶ οἰκεῖον τοῦ δήμου τοῦ Δηλίων δοῦναι τόπον ὡς |
| βέλτιστον τῆι τε ἀναθέσει τοῦ στεφάνου καὶ τῆι | |
| εἰκόνι τῆι Ἀδμήτου ἣν ἀνε̣[τ]ίθη ὁ δῆμος τὴν ἐπιγρα- | |
| φὴν ἔχουσαν τὴν αὐτὴν ἣν καὶ ἐν Δήλωι, καὶ ὅτι | |
| ταῦτα ποιήσαντες εὐχαρισστήσουσιν τῶι δή- | |
| 25 | μωι τῶι Δηλίων. Κυνθιάδης Τελέσωνος ἐπεψήφι- |
| σεν. πρεσβευτὴς εἱρέθη Βούλων Τύννωνος. |