[ ]
Delos — 240-230 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βούλων Τύννω- |
| νος εἶπεν· ἐπειδὴ Ἄδμητος πρόξενος ὢν χρείας | |
| παρέσχηται πολλὰς καὶ μεγάλας τῶι ἱερῶι καὶ Δη- | |
| λίοις καὶ κοινῆι καὶ καθ’ ἰδίαν ἀεὶ τοῖς ἐντυγχάνου- | |
| 5 | σιν αὐτῶι τῶν πολιτῶν· ἵνα οὖν καὶ ὁ δῆμος εὐχά- |
| ριστος ὢν φαίνηται, ὅσοι τιμῶσι τὸ ἱερὸν καὶ εὐεργε- | |
| τεῖν προείρηνται τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι | |
| τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶσαί τε αὐτὸν | |
| δάφνης στεφάνωι τῶι ἱερῶι καὶ εἰκόσι χαλκαῖς δυσί, | |
| 10 | καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι |
| τοῖς Ἀπολλωνίοις, ὅταν ἀγωνίζωνται οἱ χοροὶ τῶν | |
| παίδων, τόδε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη- | |
| λίων Ἄδμητον Βόκρου Μακεδόνα δάφνης στε- | |
| φάνωι τῶι ἱερῶι καὶ εἰκόσι χαλκαῖς δυσὶν ἀρετῆ[ς] | |
| 15 | ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς τὸ ἱερὸν καὶ εὐνοί- |
| ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ | |
| τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς τὸ βουλευ- | |
| τήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. Κυνθιάδης | |
| Τελέσωνος ἐπεψήφισεν. |