[ ]
Delos — 239-210
| 1 | [ἔδοξεν τῆι β]ουλῆι καὶ τῶι δήμω[ι]· |
| — — — — Τελέσωνος εἶπεν· ἐ[πει]- | |
| [δὴ Ἀριστόβ]ουλος Ἀθηναίου Θεσσα- | |
| [λονικεύς, πρόξ]ενος ὢν καὶ εὐεργέ- | |
| 5 | [της τοῦ τε] ἱεροῦ καὶ Δηλίων, ἀποστα- |
| [λεὶς ὑπὸ τοῦ β]ασιλέως Δημητρίου σιτώ- | |
| [νης παρ]επιδεδήμηκεν πλείω χρό- | |
| [νον εὐπρεπ]ῶς καὶ ἀξίως τοῦ τε ἱεροῦ | |
| [καὶ τοῦ βασιλ]έως καὶ τοῦ δήμου τοῦ Δη- | |
| 10 | [λίων καὶ] πᾶσαν σπουδὴν καὶ φιλοτιμία[ν] |
| [πεποίηται περὶ τ]ῶν συμ[φερόντων τῶι τε] | |
| [ἱερῶι] καὶ τῶι βασιλ[εῖ καὶ τ]ῶι δήμ[ωι] | |
| τῶι Δη[λίω]ν καὶ χρείας [παρέχεται κοι]- | |
| [νῆι τῆι πό]λει καὶ ἰδίαι το[ῖς ἐντυγ]χάνου- | |
| 15 | σιν αὐτῶι εἰς ἃ ἄν [τις παρακα]λεῖ Δηλί- |
| [ων]· ἵνα εἰδῶσιν πάντες ὅτι ἐπίσταται | |
| [τιμ]ᾶν ὁ δῆμος τοὺς [ἀγαθού]ς, δεδόχθα[ι] | |
| [τῆι βου]λῆι καὶ τῶι δήμωι· ἐ[παιν]έσαι τε | |
| [αὐ]τὸν καὶ στεφανῶσαι δάφνης στεφά- | |
| 20 | [νωι καὶ] ἀναγορεῦσαι τὸν ἱε[ροκή]ρυκα ἐν |
| [τῶι θ]εάτρωι τοῖς Ἀπολλωνίοις, ὅταν οἱ | |
| [τῶν] παίδων χοροὶ ἀγωνί[ζω]νται, τόδε | |
| [τὸ κήρ]υγμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων | |
| [Ἀρ]ιστόβουλον Ἀθηναίου Θεσσαλονικέ[α] | |
| 25 | [δάφ]νης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ- |
| [σεβεί]ας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς | |
| [εἰς] τὸν βασιλέα Δημήτριον καὶ τὸν δῆμο[ν] | |
| [τὸν Δ]ηλίων· Ἀντίπατρος Καλλίου ἐπε- | |
| ψήφισεν. |