[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν [τῆι βουλῆι] καὶ τῶι |
| δήμωι· Ἀ[ντιχάρη]ς? Κτησι- | |
| κλέους εἶπεν· ἐπειδὴ Νικό- | |
| μαχος Ἱεροκλέους Ἀθηναῖ- | |
| 5 | ος ἀνὴρ ἀγαθὸς ὢν διατε- |
| λεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πό- | |
| λιν τὴν Δηλίων· δεδόχθαι | |
| τῶι δήμωι· εἶναι Νικόμαχον Ἱε- | |
| ροκλέους Ἀθηναῖον πρόξενον | |
| 10 | τῆς πόλεως τῆς Δηλίων καὶ |
| εὐεργέτην τοῦ ἱεροῦ καὶ αὐ- | |
| τὸν καὶ ἐκγόνους καὶ δεδόσ- | |
| θαι αὐτοῖς ἐν Δήλωι γῆς καὶ | |
| οἰκίας ἔγκτησιν καὶ προεδρί- | |
| 15 | αν ἐν τοῖς ἀγῶσιν καὶ πρόσο- |
| δον πρὸς τὴν βουλὴν καὶ τὸν δῆ- | |
| μον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρ- | |
| χειν δὲ αὐτοῖς ἐν Δήλωι καὶ τὰ | |
| ἄλλα ὅσα δέδοται ὑπὸ τοῦ δ[ή]- | |
| 20 | μου τοῖς προξένοις τῆς πόλ[ε]- |
| ως καὶ τοῦ ἱεροῦ εὐεργέταις· ἀν[α]- | |
| γράψαι δὲ τόδε τὸ ψήφισμα τὴ[μ] | |
| μὲν βουλὴν εἰς τὸ βουλευτήριον, | |
| τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |