[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν [τῆι βουλῆι] καὶ τῶι
δήμωι· Ἀ[ντιχάρη]ς? Κτησι-
κλέους εἶπεν· ἐπειδὴ Νικό-
μαχος Ἱεροκλέους Ἀθηναῖ-
5 ος ἀνὴρ ἀγαθὸς ὢν διατε-
λεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πό-
λιν τὴν Δηλίων· δεδόχθαι
τῶι δήμωι· εἶναι Νικόμαχον Ἱε-
ροκλέους Ἀθηναῖον πρόξενον
10 τῆς πόλεως τῆς Δηλίων καὶ
εὐεργέτην τοῦ ἱεροῦ καὶ αὐ-
τὸν καὶ ἐκγόνους καὶ δεδόσ-
θαι αὐτοῖς ἐν Δήλωι γῆς καὶ
οἰκίας ἔγκτησιν καὶ προεδρί-
15 αν ἐν τοῖς ἀγῶσιν καὶ πρόσο-
δον πρὸς τὴν βουλὴν καὶ τὸν δῆ-
μον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρ-
χειν δὲ αὐτοῖς ἐν Δήλωι καὶ τὰ
ἄλλα ὅσα δέδοται ὑπὸ τοῦ δ[ή]-
20 μου τοῖς προξένοις τῆς πόλ[ε]-
ως καὶ τοῦ ἱεροῦ εὐεργέταις· ἀν[α]-
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴ[μ]
μὲν βουλὴν εἰς τὸ βουλευτήριον,
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us