[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τέλλις |
| Ἀριστοπάππου εἶπεν· ἐπειδὴ Κερκίδας | |
| ἀνὴρ ἀγαθός ἐστι περί τε τὸ ἱερὸν καὶ τὴν | |
| πόλιν τὴν Δηλίων καὶ ποιῶν ὅ τι δύναται | |
| 5 | ἀγαθὸν διατελεῖ τὸν δῆμον τὸν Δηλίων |
| καὶ τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν | |
| χρείαμ παρεχόμενος διατελεῖ φιλοτίμως | |
| εἰς ὃ ἂν αὐτὸμ παρακαλῶσιν· δεδόχθαι τῶι δή- | |
| μωι· εἶναι πρόξενον καὶ εὐεργέτην Κερκίδαν | |
| 10 | Νικοφάντου Σερίφιον καὶ αὐτὸν καὶ ἐγγόνους |
| καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν πάντων | |
| καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας ἔγκτη- | |
| σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ | |
| τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· [ἀνα]- | |
| 15 | γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ |
| μὲν [β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς [δὲ] | |
| [ἱ]ερ[οποιοὺ]ς εἰς τὸ ἱερόν. |