[ ]
Delos — 270-250
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
| μωι· Ἡγέας Ἀφθονήτου εἶπεν· | |
| ἐπειδὴ Μητρᾶς εὔνους ὢν δι- | |
| ατελεῖ περὶ τὸ ἱερὸν καὶ τὴμ | |
| 5 | πόλιν τὴν Δηλίων καὶ ποιεῖ |
| ὅ τι ἂν δύνηται ἀγαθὸν Δη- | |
| λίους· δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· εἶναι πρόξε- | |
| νομ Μητρᾶν Διοδώρου Μι- | |
| 10 | λήσιον καὶ εὐεργέτην τοῦ |
| ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸ- | |
| ν καὶ ἐκγόνους καὶ εἶναι αὐ- | |
| τοῖς ἐν Δήλωι ἀτέλειαμ | |
| πάντων καὶ προεδρίαν | |
| 15 | καὶ γῆς καὶ οἰκίας ἔγκτησιν |
| [κ]αὶ πρόσοδομ πρώτοις πρὸ[ς] | |
| [τ]ὴμ βουλὴν καὶ τὸν δῆμον | |
| μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐ- | |
| τοῖς καὶ τὰ ἄλλα πάντα ὅσ- | |
| 20 | απερ καὶ τοῖς ἄ[λ]λοις προξέ- |
| νοις καὶ εὐεργέται[ς τοῦ ἱεροῦ κ]- | |
| αὶ Δηλίων δέδο[ται· ἀναγρά]- | |
| ψαι δὲ τό[δε τὸ ψήφισμα — —]. |