[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Σώσι- |
| λος Νησιώτου εἶπεν· ἐπειδὴ Φιλανδρί- | |
| δης Ἐχεσθένους Πάριος ἀνὴρ φιλότι- | |
| μος ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ | |
| 5 | τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶι δή- |
| μωι· εἶναι Φιλανδρίδην Ἐχεσθένους | |
| Πάριον πρόξενον καὶ εὐεργέτην τοῦ τε | |
| ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων αὐτὸν καὶ | |
| ἐκγόνους· εἶναι δὲ αὐτοῖς ἀτέλειαν | |
| 10 | καὶ ἔγκτησιν καὶ γῆς καὶ οἰκίας καὶ τἄλλα |
| ὅσα καὶ τοῖς ἄλλοις προξένοις· ἀναγράψαι | |
| δὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν | |
| εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποι- | |
| οὺς εἰς τὸ ἱερόν. | |
| 15 | Φιλανδρίδου Παρίου. |