[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Ξενοκράτης Ἱερομβρότου εἶ- | |
| πεν· ἐπειδὴ Πεισίστρατος ἀνὴρ | |
| ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱε- | |
| 5 | ρὸν τὸ Δηλίων καὶ Δηλίους καὶ ποεῖ |
| ἀγαθὸν ὅ τι δύναται ἰδίαι τε τοὺς | |
| παραγινομένους Δηλίων καὶ δημο- | |
| σίαι· τύχηι ἀγαθῆι· δεδόχθαι τῶι | |
| δήμωι· εἶναι Πεισίστρατον Ἀργείου | |
| 10 | τοῦ Πεισιστράτου [Χ]ῖον εὐεργέτην |
| τε τοῦ ἱεροῦ καὶ πρόξενον Δηλίων· | |
| εἶναι δὲ αὐτῶι ἐν Δήλωι ἀτέλειαν | |
| καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας ἔν- | |
| κτησιν καὶ πρόσοδον πρὸ- | |
| 15 | ς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτωι μέ- |
| τὰ τὰ ἱερά· εἶναι δ̣’ αὐτῶι καὶ τὰ ἄλλα ὅσα | |
| καὶ τοῖς ἄλλοι[ς] εὐεργέταις καὶ προ- | |
| ξένοις δέδοται ὑπὸ Δηλίων· ἀναγρά- | |
| ψαι δὲ τόδε τὸ ψή̣φισμα τὴμ μὲν βουλὴν | |
| 20 | εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς |
| εἰς τὸ ἱερόν. |