[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μένης |
| Εὐέλθοντος εἶπεν· ἐπειδὴ Πολίανθος | |
| Ἀριστεῦς Χῖος ἀνὴρ ἀγαθὸς ὢν διατε- | |
| λεῖ περί τε τὸ ἱερὸν τὸ ἐν Δήλωι καὶ Δηλί- | |
| 5 | ους· δεδόχθαι τῶι δήμωι· εἶναι Πολί- |
| ανθον Ἀριστεῦς εὐεργέτην τε τοῦ ἱε- | |
| ροῦ καὶ πρόξενον Δηλίων καὶ αὐτὸν καὶ | |
| ἐκγόνους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέ- | |
| λειαν πάντων καὶ προεδρίαν καὶ πολιτεί- | |
| 10 | αν καὶ γῆς καὶ οἰκίας ἔνκτησιν· ἐπιμελεῖσ- |
| θαι δὲ αὐτῶν καὶ τὴν βουλὴν τὴν ἀεὶ βουλε[ύ]- | |
| ουσαν ἐάν τινος δέωνται χρηματίζο<υσαν> {⁴χρηματιζοντ[․․]}⁴ | |
| πρώτοις μετὰ τὰ ἱερά· εἶναι δὲ αὐτοῖς [καὶ] | |
| δίκας προδίκους ἄν τι ἀδικῶνται· ὑπ[άρ]- | |
| 15 | χειν δὲ αὐτοῖς καὶ τὰς ἄλλας δωρεὰς |
| δεδομένας ὅσαι εἰσὶν τοῖς εὐεργέταις τ[οῦ] | |
| ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τὸ ψήφισ- | |
| μα τὴμ μὲν βουλὴν εἰς τὸ βουλευτήριον, | |
| τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |