[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι |
| δήμωι· Μένης Εὐέ[λ]θοντος | |
| εἶπεν· ἐπειδὴ Ἀ[ρτε]μίδωρος | |
| Μενύλλου Ἀντιοχεὺς ἀν[ὴ]ρ | |
| 5 | ἀγαθὸς ὢν διατελεῖ περί [τ]ε |
| τὸ ἱερὸν καὶ τὸν δῆμον τὸ[ν] | |
| Δηλίων· δεδόχθαι τῆι βουλῆι· | |
| στεφανῶσαι αὐτὸν δάφνη[ς] | |
| [στ]εφάνωι τοῖς Ἀπολλωνίοις | |
| 10 | [ὅ]ταν ἦι τῶν παίδων ἀγὼν κα[ὶ] |
| [ἀν]αγορεῦσαι τὸν ἱερο[κ]ήρυκα | |
| [ἐν] τῶι θεάτρωι τ[ό]δε τὸ κήρυ- | |
| γμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων | |
| Ἀρτεμίδωρον Μενύλλου Ἀν[τι]- | |
| 15 | οχέα ἀρετῆς ἕνεκεν καὶ εὐ[σε]- |
| βείας τῆς εἰς τὸ ἱερὸν καὶ εὐ[νοί]- | |
| α[ς τ]ῆς [εἰ]ς τὸν δῆμον τὸν Δηλί[ων]· | |
| τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στ[ήλην] | |
| καὶ στῆσαι πλησίον οὗ ἡ προξενία | |
| 20 | ἀναγέγραπται. |