[ ]
Delos — ca. 300-250 BC
| 1 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Εὐμήδης εἶπεν· ἐπειδὴ Φαῖνις | |
| ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ | |
| τὸ ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλί- | |
| 5 | ω̣ν καὶ τιμᾶι τὸ ἱερὸν τὸ ἐν Δήλωι |
| καὶ ποιῶν εὖ διατελεῖ Δηλίους· | |
| δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
| μωι· πρόξενον εἶναι τῆς πόλεως | |
| τῆς Δηλίων Φαῖνιν Πεισιστράτου | |
| 10 | Νισύριον καὶ αὐτὸν καὶ ἐκγόνους |
| καὶ εἶναι αὐτοῖς ἀτέλειαν ἐν Δή- | |
| λωι πάντων καὶ γῆς καὶ οἰκίας ἔγ- | |
| κτησιν καὶ προεδρίαν καὶ πρόσοδον | |
| πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
| 15 | πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα |
| πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προ- | |
| ξένοις καὶ εὐεργέταις· ἐπιμελεῖσ- | |
| θαι δ’ αὐτοῦ τὴμ βουλὴν τὴν ἀεὶ | |
| βουλεύουσαν καθ’ ὅ τι ἂν παραγγέλ- | |
| 20 | λει· ἀναγράψαι δὲ τὸ ψήφισμα τὴμ |
| μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
| δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |