[ ]
Delos — mid-3rd c. BC
| 1 | [ἔ]δοξεν τῆι βουλῆ[ι καὶ τῶι δήμωι· — — —] |
| [Ἱ]ερομβρότου εἶπεν· [ἐπειδὴ Ἀντιγένης] | |
| [α]ἱρεθεὶς ὑπὸ τοῦ δήμο[υ τοῦ Ῥοδίων ναύ]- | |
| [α]ρχος ἐπὶ τῆς φυλακῆς τ[ῶν νήσων καὶ] | |
| 5 | ἐπὶ σωτηρίαι τῶν Ἑλλήνων καὶ [τριή]- |
| [ρ]αρχοι Τιμαφά[ν]ης καὶ Δίοννος καὶ Ἡ[γήσ]- | |
| ανδρος Ῥόδιοι ἄν[δρ]ες ἀγαθοί εἰσι περὶ τ[ὸ] | |
| ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλίων κα[ὶ] | |
| τὴν φυλακὴν τῶν Ἑλλήνων· δεδόχθα[ι] | |
| 10 | τῶι δήμωι· εἶναι προξένους καὶ εὐεργ[έ]- |
| τας [το]ῦ ἱεροῦ καὶ τῆς πόλεως τῆς Δηλίω[ν] | |
| Ἀντι[γ]ένη Θεώρου, Τιμαφάνη Ἀναξιπόλιος̣, | |
| Δίοννον Πολυδώρου, Ἡγήσανδρον Βουλάν[α]- | |
| κτος καὶ αὐτοὺς καὶ ἐγγόνους καὶ εἶναι α[ὐ]- | |
| 15 | τοῖς ἐν Δήλωι πάντων ἀτέλειαν καὶ πρ[ο]- |
| [ε]δρ[ίαν κα]ὶ γῆ[ς] καὶ οἰκίας ἔγκτησιν καὶ πρ[ό]- | |
| [σ]ο[δ]ο[ν πρὸ]ς τὴν βο[υλ]ὴν καὶ τὸν δῆμον πρώ̣- | |
| [τοις μ]ετὰ [τὰ ἱ]ερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τ[ὰ] | |
| [ἄλλα] ὅσα [καὶ τοῖς ἄλ]λοις προξένοις καὶ εὐε[ρ]- | |
| 20 | [γ]έταις τ[ο]ῦ [ἱ]ερ[οῦ κ]αὶ τῆ[ς] πόλεως τῆς Δη- |
| λίων· ἀναγ[ρά]ψ[αι δ]ὲ τόδε τὸ ψήφισμα τὴ[ν] | |
| μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱ[ε]- | |
| ροποιοὺς εἰς τὸ ἱερόν. |