[ ] Delos — mid-3rd c. BC
1 [ἔ]δοξεν τῆι βουλῆ[ι καὶ τῶι δήμωι· — — —]
[Ἱ]ερομβρότου εἶπεν· [ἐπειδὴ Ἀντιγένης]
[α]ἱρεθεὶς ὑπὸ τοῦ δήμο[υ τοῦ Ῥοδίων ναύ]-
[α]ρχος ἐπὶ τῆς φυλακῆς τ[ῶν νήσων καὶ]
5 ἐπὶ σωτηρίαι τῶν Ἑλλήνων καὶ [τριή]-
[ρ]αρχοι Τιμαφά[ν]ης καὶ Δίοννος καὶ Ἡ[γήσ]-
ανδρος Ῥόδιοι ἄν[δρ]ες ἀγαθοί εἰσι περὶ τ[ὸ]
ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλίων κα[ὶ]
τὴν φυλακὴν τῶν Ἑλλήνων· δεδόχθα[ι]
10 τῶι δήμωι· εἶναι προξένους καὶ εὐεργ[έ]-
τας [το]ῦ ἱεροῦ καὶ τῆς πόλεως τῆς Δηλίω[ν]
Ἀντι[γ]ένη Θεώρου, Τιμαφάνη Ἀναξιπόλιος̣,
Δίοννον Πολυδώρου, Ἡγήσανδρον Βουλάν[α]-
κτος καὶ αὐτοὺς καὶ ἐγγόνους καὶ εἶναι α[ὐ]-
15 τοῖς ἐν Δήλωι πάντων ἀτέλειαν καὶ πρ[ο]-
[ε]δρ[ίαν κα]ὶ γῆ[ς] καὶ οἰκίας ἔγκτησιν καὶ πρ[ό]-
[σ]ο[δ]ο[ν πρὸ]ς τὴν βο[υλ]ὴν καὶ τὸν δῆμον πρώ̣-
[τοις μ]ετὰ [τὰ ἱ]ερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τ[ὰ]
[ἄλλα] ὅσα [καὶ τοῖς ἄλ]λοις προξένοις καὶ εὐε[ρ]-
20 [γ]έταις τ[ο][ἱ]ερ[οῦ κ]αὶ τῆ[ς] πόλεως τῆς Δη-
λίων· ἀναγ[ρά]ψ[αι δ]ὲ τόδε τὸ ψήφισμα τὴ[ν]
μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱ[ε]-
ροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us