[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδ[οξεν τῆι βουλῆι καὶ τῶι δή]- |
| μω[ι· Ἱέρ]αρχος Π[ροκλείους εἶπεν]· | |
| ἐπ[ε]ιδὴ Ἀπολλόδωρ[ος ἀνὴρ ἀγα]- | |
| θ[ὸ]ς ὢν διατελεῖ περί τε τὸ ἱερὸν | |
| 5 | [κ]αὶ τὴν πόλιν τὴν Δηλίων καὶ |
| ποιεῖ ἀγαθὸν ὅ τι δύναται καὶ λό- | |
| γωι καὶ ἔργωι τοὺς ἐντυγχάνοντας | |
| ἑαυτῶι Δηλίων· ἐπαινέσαι μὲν | |
| αὐτὸν ἀρετῆς καὶ εὐνοίας ἕνεκα, | |
| 10 | πρόξενον δ’ εἶναι καὶ εὐεργέτην |
| τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δη- | |
| [λ]ίων Ἀπολλόδωρον Ἀπολλωνίου | |
| Κυζικηνὸν αὐτὸν καὶ ἐκγόνους, | |
| καὶ εἶναι αὐτοῖς πολιτείαν ἐν | |
| 15 | Δήλωι καὶ ἀτέλειαν πάντων |
| καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας | |
| ἔγκτησιν καὶ πρόσοδον πρὸς | |
| τὴμ βουλὴν καὶ τὸν δῆμον | |
| πρώτοις μετὰ <τὰ> ἱερὰ καὶ τἄλλα | |
| 20 | ὅσαπερ τοῖς ἄλλοις προξένοις |
| καὶ εὐεργέταις τῆς πόλεως | |
| δέδοται παρὰ Δηλίων· ἐπιμε- | |
| λεῖσθαι δ’ αὐτῶν τὴμ βουλὴν | |
| τὴν ἀεὶ βουλεύουσαν καὶ ὑπη- | |
| 25 | ρετεῖν ἐάν του δέωνται· ἀνα- |
| γράψαι δὲ τόδε τὸ ψήφισμα | |
| τὴμ μὲμ βουλὴν εἰς τὸ βουλευ- | |
| τήριον, τοὺς δὲ ἱεροποιοὺς | |
| εἰς τὸ ἱερόν. |