[ ]
Delos — beg. 3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἄμνος |
| Δεξικράτους εἶπεν· ἐπειδὴ Σώστρατος | |
| Δεξιφάνους Κνίδιος ἀνὴρ ἀγαθὸς ὢν | |
| διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν τὴν | |
| 5 | Δηλίων καὶ ποεῖ ἀγαθὸν ὅ τι δύναται καὶ |
| λόγωι καὶ ἔργωι τοὺς ἐντυγχάνοντας | |
| ἑαυτῶι Δηλίων· ἐπαινέσαι μὲν αὐτὸν ἀρετῆς | |
| καὶ εὐνοίας ἕνεκεν· πρόξενον δ’ εἶναι καὶ | |
| εὐεργέτην τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων | |
| 10 | Σώστρατον Δεξιφάνους Κνίδιον καὶ ἐκγόνους |
| καὶ εἶναι αὐτοῖς πολιτείαν ἐν Δήλωι καὶ | |
| ἀτέλειαν πάντων καὶ προεδρίαν καὶ γῆς καὶ | |
| οἰκίας ἔγκτησιν καὶ πρόσοδον πρὸς τὴμ βουλὴν | |
| καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ | |
| 15 | τἄλλα ὅσαπερ τοῖς ἄλλοις προξένοις καὶ |
| εὐεργέταις τῆς πόλεως δέδοται παρὰ Δηλίων· | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν βουλὴν | |
| εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |