[ ] Delos — beg. 3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἄμνος
Δεξικράτους εἶπεν· ἐπειδὴ Σώστρατος
Δεξιφάνους Κνίδιος ἀνὴρ ἀγαθὸς ὢν
διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν τὴν
5 Δηλίων καὶ ποεῖ ἀγαθὸν ὅ τι δύναται καὶ
λόγωι καὶ ἔργωι τοὺς ἐντυγχάνοντας
ἑαυτῶι Δηλίων· ἐπαινέσαι μὲν αὐτὸν ἀρετῆς
καὶ εὐνοίας ἕνεκεν· πρόξενον δ’ εἶναι καὶ
εὐεργέτην τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων
10 Σώστρατον Δεξιφάνους Κνίδιον καὶ ἐκγόνους
καὶ εἶναι αὐτοῖς πολιτείαν ἐν Δήλωι καὶ
ἀτέλειαν πάντων καὶ προεδρίαν καὶ γῆς καὶ
οἰκίας ἔγκτησιν καὶ πρόσοδον πρὸς τὴμ βουλὴν
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ
15 τἄλλα ὅσαπερ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις τῆς πόλεως δέδοται παρὰ Δηλίων·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν βουλὴν
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us