[ ] Aitolia — Thermos — ca. 262 & ca. 235-232 BC
A.1                 συνθήκα καὶ συμμαχία
               Αἰτωλοῖς καὶ Ἀκαρνάνοις.
ἀγαθᾶι τύχαι. συνθήκα Αἰτωλοῖς καὶ Ἀκαρνάνοις ὁμόλογος· εἰρήναν
εἶμεν καὶ φιλίαν ποτ’ ἀλλάλους, φίλους ἐόντας καὶ συμμάχους ἄμα-
5 τα τὸμ πάντα χρόνον, ὅρια ἔχοντας τᾶς χώρας τὸν Ἀχελῶιον ποταμ-
ὸν ἄχρι εἰς θάλασσαν. τὰ μὲν ποτ’ ἀῶ τοῦ Ἀχελώιου ποταμοῦ Αἰτωλῶν εἶμεν, τὰ δὲ
ποθ’ ἑσπέραν Ἀκαρνάνων πλὰν τοῦ Πραντὸς καὶ τᾶς Δεμφίδος. ταύτας δὲ Ἀκαρνᾶν-
ες οὐκ ἀντιπο̣ιοῦνται. ὑπὲρ δὲ τῶν τερμόνων τοῦ Πραντός, εἰ μέγ κα Στράτιοι καὶ Ἀγραῖ-
οι συγχωρέωντι αὐτοὶ ποτ’ αὐτούς, τοῦτο κύριον ἔστω· εἰ δὲ μή, Ἀκαρνᾶνες καὶ Αἰτωλοὶ
10 τερμαξάντω τὰμ Πραντίδα χώραν, αἱρεθέντας(!) ἑκατέρων δέκα πλὰν Στρατίων καὶ Ἀγρα<ί>-
ων· καθὼς δέ κα τερμάξωντι, τέλειον ἔστω. εἶμεν δὲ καὶ ἐπιγαμίαν ποτ’ ἀλλάλους καὶ γ-
ᾶς ἔγκτησιν τῶι τε Αἰτωλῶι ἐν Ἀκαρνανίαι καὶ τῶι Ἀκαρνᾶνι ἐν Αἰτωλίαι καὶ πολίταν εἶμε-
ν τὸν Αἰτωλὸν ἐν Ἀκαρνανίαι καὶ τὸν Ἀκαρνᾶνα ἐν <Α>ἰτωλίαι ἴσογ καὶ ὅμοιον. ἀναγραψάν-
τω δὲ ταῦτα ἐν στάλαις χαλκέαις ἐπ’ Ἀκτίωι μὲν οἱ ἄρχοντες τῶν Ἀκαρνάνων, ἐν δὲ Θέρμ-
15 ωι τοὶ ἄρχοντες τῶν Αἰτωλῶν, ἐν Ὀλυμπίαι δὲ καὶ ἐν Δελφοῖς καὶ ἐν Δω[δ]ώναι κοινᾶι ἑκάτ-
εροι. ἐπὶ ἀρχόντων ἐμ μὲν Αἰτωλίαι στραταγέοντος Πολυκρίτου Καλλιέος τὸ δεύτε-
ρον, ἱππαρχέοντος Φίλωνος Πλευρωνίου, γραμματεύοντος Νεοπτολέμου Ναυπακτίου,
ἐπιλεκταρχεόντων Λαμέδωνος Καλυδωνίου, Ἀριστάρχου Ἐρταίου, Λέωνος Κα-
φρέος, Καλλία Καλλιέος, Τιμολόχου Ποτειδανιέος, Παμφαΐδα Φυσκέος, Σίμου
20 Φυταιέος, ταμιευόντων Κυδρίωνος Λυσιμαχέος, Δωριμάχου Τριχονίου, Ἀρίστ-
ωνος Δαιᾶνος, Ἀριστέα Ἰστωρίου, Ἁγήσωνος Δεξιέος, Τιμάνδρου Ἐριναῖος(!),
Ἀγρίου Σωσθενέος, ἐν δὲ Ἀκαρνανίαι στραταγῶν Βυνθάρου Οἰνιάδα, Ἐπιλ-
άου Δηριέος, Ἁγήσωνος Στρατίου, Ἀλκέτα Φοιτιᾶνος, Ἀλκίνου Θυρρείου, Θέων-
ος Ἀνακτοριέος, Πολυκλέος Λευκαδίου, ἱππαρχέοντος Ἱππολάου Οἰνιάδα,
25 γραμματεύοντος Περικλέος Οἰνιάδα, ταμία Ἀγε<λ>άου Στρατικοῦ.
συμμαχία Αἰτωλοῖς καὶ Ἀκαρνάνοις ἄματα τὸμ πάντα χρόνον.
εἴ τίς κα ἐμβάλληι εἰς τὰν Αἰτωλίαν ἐπὶ πολέμωι, βοαθοεῖν τοὺς
Ἀκαρνᾶνας πεζοῖς μὲν χιλίοις, ἱππεῦσι δὲ ἑκατόν, οὕς κα τοὶ ἄρχοντε-
ς πέμπωντι, ἐν ἁμέραις ἕξ. καὶ ε%⁸⁰ἴ τις ἐν Ἀκαρνανίαν ἐμβάλλοι ἐπὶ πολέμωι,
30 βοαθοεῖν Αἰτωλοὺς πεζοῖς μὲν χιλίοις, ἱππέοις δὲ ἑκατὸν ἐν ἁμέραις ἕξ, οὕς
κα τοὶ ἄρχοντες πέμπωντι. εἰ δὲ πλειόνων χρείαν ἔχοιεν ἅτεροι πότεροι,
βοαθοούντω τρισχιλίοις ἑκάτεροι ἑκατέροις ἐν ἁμέραις δέκα. τᾶς δὲ βοαθοίας τ-
ᾶς ἀποστελλομένας ἔστω τὸ τρίτομ μέρος ὁπλῖται. πεμπόντω δὲ τὰμ βοάθο̣ιαν
ἐγ μὲν Ἀκαρνανίας οἱ στραταγοὶ τῶν Ἀκαρνάνων καὶ οἱ σύνεδροι, ἐγ δὲ Αἰτωλίας
35 οἱ ἄρχοντες τῶν Αἰτωλῶν. σιταρχούντω δὲ τοὺς ⌊ἀπ⌋οστελλομένους στρατιώτ-
ας ἑκάτεροι τοὺς αὐτῶν ἁμερᾶν τριάκοντ⌊α. εἰ δὲ πλεί⌋ονα χρόνον ἔχοιεν τᾶς βοα-
θοίας χρείαν οἱ μεταπεμψάμενοι τ⌊ὰμ βοάθοια⌋ν, διδόντω τὰς σιταρχίας, ἔστε κα
ἐν οἶκον ἀποστείλωντι τοὺς ⌊στρατιώ⌋τας. σιταρχία δ’ ἔστω τοῦ πλείονος χρόν-
ου τῶ[ι ἱππεῖ στα]τὴρ Κορίν⌊θιος τᾶς⌋ ἁμέρας ἑκάστας, τῶι δ̣ὲ̣ τὰμ πανοπλίαν ἔχο-
40 [ντι δύο δραχμαί], τῶι δὲ τὸ̣ ⌊ἡ̣μιθωρ⌋άκιον ἐννέ’ ὀβολοί, ψιλῶ̣ι ἕπτ’ ὀβολοί. ἁγείσθων
[δὲ ἐμ μὲν Αἰτω]λ̣ί<α>ι οἱ Αἰ⌊τωλο⌋ί̣, ἐν δὲ Ἀκ̣αρνανίαι οἱ Ἀκαρν̣ᾶνε̣[ς ․․5․․]#⁷οι δὲ μ-
— — —c.18— — —#⁷ΜΕΝ̣— — — — — — — —ΙΤΑΕΚ
— — —c.16— — —Ν̣ΤΩ̣ΝΟΙΜ̣Ε̣— — — — — —Ε̣ΣΤΟΙΣ
— — —c.22— — —Π̣Ε— — — — — — — — — — —ΙΝ
45 — — — — — — — — — — — — — — — — — — —#⁷
B.1 στραταγέοντος Χαριξένου τὸ τέταρτον.
κρῖμα γαϊκὸν Στρατικοῦ τέλεος. τάδε
ἔκριναν Θυρρείων οἱ γαοδίκαι· ὅρια τᾶς χώ-
ρας Οἰνιά<δ>αις ποτὶ Ματροπολίταις τὸ δια̣-
5 τίχισμα {²⁶διατείχισμα}²⁶ καὶ ἀπὸ τοῦ διατειχίσματος
εὐθυωρίαι διὰ τοῦ ἕλεος εἰς θάλασ<σ>αν.
ἀναγραψάτω δὲ τὸ κρῖμα v πόλις τῶν Ο[ἰ]-
νιαδᾶν, πόλις τῶν Ματροπολιτᾶν ἐν
Θέρμωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ<λ>ωνος.
10           {²vac.}²
Search Help