Funerary epigram for Castricius Philippos and family members.  Plaque of whitish marble with pediment; the lower part now missing.
[ ] Mak. (Bottiaia) — Edessa — Kariotissa — late 2nd/early 3rd c. AD — A. Delacoulonche, Mémoire (1859) 277, 93 — M. Dimitsas, Makedonia (1896) 5 — W. Peek, GVI I (1955) 2036
1 Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱὸς
 Εἰονίου Πελάγους ἄνχι καταφθίμενον,
ὀστέα δ’ ἐνθάδ’ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν,
 οὐχὶ μόνον ζωοῖς, πάτριον ἔστ’ ἔδαφος.
5                 vacat
Ἡδαίαν Εὐκλείας τὴν καὶ Μαρίαν μὲ θανοῦσαν
 μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος,
ὀκτωκαιδεκέτης λειφθεὶς νέος, ὀστὰ δὲ πατρὸς
 εἰς ἓν ἔθηκεν ἐμοὶ Δυρραχίου κομίσας,
10 ἧχι Φ‵ίλ′ιππον ἔθαψεν ἑμὸν πόσιν, ἀλλὰ τροφείων
 μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα.
                vacat
ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου
πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας.
15                 vacat
πατρὶς μέν μοι Ἔδεσσα, τὸ δ’ οὔνομα Κλαυδία Γράπτη·
κεῖμαι δ’ ἐνθάδ’ ἐγώ, σύνγαμος οὖσα Τίτου.
Search Help
Contact Us