[ ]
Mak. (Bottiaia) — Edessa — Karyotissa — 3rd/4th c. AD [Dimitsas] — A. Delacoulonche (1859) 216-217 — M. Dimitsas, Makedonia (1896) 5 — PAAH (1913) 207-210
See also:
| 1 | Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱός, |
| Εἰονίου πελάγους ἄνχι καταφθίμενον· | |
| ὀστέα δ’ ἐνθάδ’ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν, | |
| οὐχὶ μόνον ζωοῖς πάτριόν ἐστ’ ἔδαφος· | |
| vacat | |
| 5 | Ἡδαίαν Εὐκλείας τὴν καὶ Μαρίαν με θανοῦσαν |
| μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος, | |
| ὀκτωκαιδεκέτης λειφθεὶς νέος· ὀστὰ δὲ πατρὸς | |
| εἰσενέθηκεν ἐμοὶ Δυρραχίου κομίσας, | |
| ἧχι Φ‵ίλ′ιππον ἔθαψεν, ἐμὸν πόσιν· ἀλλὰ τροφείων | |
| 10 | μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα. |
| vacat | |
| 11 | ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου |
| πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας· | |
| vacat | |
| 13 | πατρὶς μέν μοι Ἔδεσσα, τὸ δ’ οὔνομα Κλαυδία Γράπτη· |
| κεῖμαι δ’ ἐνθαδ’ ἐγὼ σύνγαμος οὖσα Τίτου. |