[ ]
Att. — non-stoich. — c. 178/7
| 1 | θεοί. |
| [ἐ]πὶ Φίλωνος ἄρχοντος· Μουνιχιῶνος ἀγορᾶι κυρίαι· | |
| [ἀ]γαθεῖ τύχει· Εὐκτήμων Εὐμαρίδου Στειριεὺς εἶπεν· | |
| [ἐ]πειδὴ Ἑρμαῖος Ἑρμογένου Παιονίδης ταμίας γενό- | |
| 5 | μενος πλείω ἔτη εἴς τε τοὺς θεοὺς εὐσεβῶς διατελε[ῖ] |
| καὶ κοινεῖ τοῖς ὀργεῶσιν καὶ ἰδίαι ἑκάστωι εὔχρησ- | |
| τον αὑτὸν παρασκευάζων καὶ φιλοτιμούμενος τάς | |
| τε θυσίας τοῖς θεοῖς θύεσθαι τὰς καθηκούσας | |
| καὶ εἰς ταῦτα προεισευπορῶν πλεονάκις ἐκ τῶν ἰ- | |
| 10 | δίων καί τισιν τῶν ἀπογεγονότων οὐχ ὑπάρχοντος |
| ἀργυρίου τῶι κοινῶι προιέμενος εἰς τὴν ταφὴν τοῦ | |
| εὐσχημονεῖν αὐτοὺς καὶ τετελευτηκότας, καὶ | |
| εἰς τὰς ἐπισκευὰς δὲ προαναλίσκων καὶ τοῦ ἐρά- | |
| νου τοῦ ἀργυρηροῦ ἀρχηγὸς γενόμενος συναχθῆ- | |
| 15 | ναι, καὶ τὰ ἄριστα συνβουλεύων καὶ λέγων διατελεῖ |
| καὶ ἐμ πᾶσιν εὔνουν ἑαυτὸν παρασκευάζων, ἀγαθεῖ | |
| τύχει δεδόχθαι τοῖς ὀργεῶσιν, ἐπαινέσαι Ἑρμαῖον | |
| Ἑρμογένου Παιονίδην καὶ στεφανῶσαι ἀρετῆς | |
| ἕνεκεν καὶ εὐσε〚ν〛βείας {²⁶εὐσεβείας}²⁶ τῆς πρὸς τοὺς θεοὺς | |
| 20 | καὶ κοινεῖ πρὸς τοὺς ὀργεῶνας, ὅπως ἂν ἐφάμιλλον εἶ |
| καὶ τοῖς λοιποῖς τοῖς βουλομένοις φιλοτιμεῖσθαι | |
| εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται vacat | |
| ὧν ἂν εὐεργετήσωσιν τὸ κοινὸν τῶν ὀργεώνων. | |
| ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα ἐμ πίνακι ἐν τῶι | |
| 25 | ναῶι καὶ στεφανοῦν καθ’ ἑκάστην θυσίαν αὐτόν. |
| ἀ[να]γράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει | |
| [τοὺς] ἐπιμελητὰς καὶ στῆσαι ἐν τῶι Μητρώιωι, τὸ δὲ | |
| ἀνάλωμα τό τε εἰς τὸν πίνακα γενόμενον καὶ εἰς | |
| τὴν στήλην μερίσαι ἐκ τοῦ κοινοῦ. | |
| 29a | vacat 0.025 |
| 30 | ἐπὶ ἐπιμελητῶν |
| Νέωνος Χολαργέως | |
| Σίμωνος Πορίου | |
| Ἐργασίωνος. | |
| vacat 0.12 |