[ ]
Att. — non-stoich. 35-45 — c. 176/5
| θεοί. | |
| 1 | ἀγαθεῖ τύχει· ἐπὶ Ἱππάκου ἄρχοντος, Ποσιδεῶ- |
| νος ἀγορᾶι κυρίαι· Σόλων Ἑρμογένου Χολαργεὺς | |
| εἶπεν· ἐπειδὴ συμβέβηκεν Διονυσίωι μεταλλά- | |
| ξαι τὸν βίον ἀποδεδειγμένωι ἐμ πολλοῖς ἣν ἔ- | |
| 5 | χων εὔνοιαν διετέλει πρὸς ἅπαντας τοὺς τὴν |
| σύνοδον φέροντας τῶι θεῶι, αἰεί τινος ἀγαθοῦ πει- | |
| [ρ]ώμενος παραίτιος γίνεσθαι καὶ ἰδίαι καὶ κοινεῖ | |
| [φ]ιλάγαθος ὢ[ν] ἐμ παντὶ καιρῶι· ὃς γοῦν προτι- | |
| μηθεὶς ὑπὸ τῶν Διονυσιαστῶν καὶ λαβὼν τὴν ἱε- | |
| 10 | ρεωσύνην τοῦ θεοῦ καὶ κατασταθεὶς ταμίας τάς |
| τε κοινὰς προσόδους ἐπηύξησεν ἐκ τῶν ἰδίων | |
| ἐπιδοὺς αὐτοῖς ἀργυρίου χιλίας δραχμὰς καὶ τό- | |
| πον μετὰ τῆς ἄλλης χορηγίας πάσης εἰς ὃν συν- | |
| ιόντες θύσο[υ]σιν κατὰ μῆνα ἕκαστον τῶι θεῶι κα- | |
| 15 | τὰ τὰ πάτρια, ἐπέδωκεν δὲ καὶ ἄλλας ἀργυρίου |
| πεντακοσίας δραχμὰς ἀφ’ ὧν κατεσκευάσατο τὸ | |
| ἄγαλμα τοῦ Διονύσου τοῖς ὀργεῶσιν καὶ προσιδρύ- | |
| σατο κατὰ τὴν μαντείαν τοῦ θεοῦ, καὶ περὶ ἁπάντων | |
| τούτων ὑπά[ρ]χουσιν αἱ ἀποδείξεις ὑπὲρ τἀνδρὸς σα- | |
| 20 | φεῖς διὰ τῶν χρηματισμῶν εἰς τὸν ἅπαντα χρόνον· |
| ἀνθ’ ὧν ἐπιγνόντες οἱ Διονυσιασταὶ ἐτίμησαν | |
| αὐτὸν ἄξιον ὄντα καὶ ἐστεφάνωσαν κατὰ τὸν | |
| νόμον· ἵνα ο[ὖ]ν φαίνωνται οἱ τὴν σύνοδον φέρον- | |
| τες μεμνη[μ]ένοι αὐτοῦ καὶ ζῶντος καὶ μετηλλα- | |
| 25 | χότος τὸν β[ίο]ν τῆς πρὸς αὐτοὺς μεγαλοψυχίας |
| καὶ εὐ[νοίας κ]αὶ ἀντὶ τούτων φανεροὶ ὦσιν τιμῶν- | |
| τες τοὺς ἐξ [ἐκ]είνου γεγονότας, ἐπειδὴ συμβαί- | |
| νει διαδόχους αὐτὸν κ[α]ταλελοιπέναι πάντων | |
| τῶν ἐν δόξ[ε]ι καὶ τιμεῖ αὐτῶι ὑπ[α]ρχόντων, περὶ ὧν | |
| 30 | καὶ ὁ νόμος τῶν ὀργεώνων καλεῖ πρῶτ[ον ἐ]πὶ [ταῦ]- |
| τα τὸν πρεσβύτατον τῶν ὑῶν, καθὼς καὶ προεισ[ῆ]- | |
| κται ἐπὶ τὴν χώραν τἀδελφοῦ Καλλικράτου ζῶν- | |
| τος τοῦ πατρός· δεδόχθαι τοῖς ὀργεῶσιν, τὴν ἱερεω- | |
| [σύ]νην τοῦ Δ[ι]ονύσου δεδόσθαι Ἀγαθοκλεῖ Διονυσίου | |
| 35 | [Μα]ραθωνίωι καὶ ὑπάρχειν αὐτῶι διὰ βίου ἐπὶ ταῖς |
| [τιμ]αῖς ταῖς αὐταῖς αἷς ἐτετίμητο καὶ ὁ πατὴρ αὐ- | |
| [τοῦ], ἐπειδὴ ὑπομεμένηκεν τὴν ταμιείαν εἰς τὸν | |
| [με]τὰ ταῦτα χρόνον διεξάξειν καὶ ἐπαυ[ξ]ήσειν τὴν | |
| [σύνο]δον διδοὺς εἰς ταῦτα ἑαυτὸν ἀπ[ροφ]ασίστως, | |
| 40 | [βουλ]όμενος ἀποδείκνυσθαι τὴν ἑαυτοῦ εὔνοιαν |
| [καὶ] καλοκαγ[α]θίαν πρὸς ἅπαντας τοὺς Διονυσιαστά[ς], | |
| [εἰσή]γαγεν [δ]ὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονύσιον Διο- | |
| νυσίου Μαρα[θ]ώνιον εἰς τὴν σύνοδον ἐπὶ τὰ τοῦ πατρ[ὸς] | |
| ὑπάρχοντα [μ]εθέξοντα τῶν κοινῶν κατὰ τὸν νόμο[ν]· | |
| 45 | φροντίσαι δὲ τοὺς ὀργεῶνας ὅπως ἀφηρωϊσθεῖ Δι[ο]- |
| νύσιος καὶ ἀ[ν]ατεθεῖ ἐν τῶι ἱερῶι παρὰ τὸν θεόν, ὅπου κα[ὶ] | |
| ὁ πατὴρ αὐτοῦ, ἵνα ὑπάρχει κάλλιστον ὑπόμνημα αὐτοῦ | |
| εἰς τὸν ἅπαντα χρόνον. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ[ν] | |
| στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ θεοῦ, τὸ δὲ | |
| 50 | γενόμενον ἀνάλωμα εἰς τὴν στήλην καὶ τὴν ἀνάθεσιν |
| μερίσαι τὸν [τ]αμίαν. ταῦτα Σόλων εἶπεν. |