[ ] Att. — non-stoich. 35-45 — c. 176/5
θεοί.
1 ἀγαθεῖ τύχει· ἐπὶ Ἱππάκου ἄρχοντος, Ποσιδεῶ-
νος ἀγορᾶι κυρίαι· Σόλων Ἑρμογένου Χολαργεὺς
εἶπεν· ἐπειδὴ συμβέβηκεν Διονυσίωι μεταλλά-
ξαι τὸν βίον ἀποδεδειγμένωι ἐμ πολλοῖς ἣν ἔ-
5 χων εὔνοιαν διετέλει πρὸς ἅπαντας τοὺς τὴν
σύνοδον φέροντας τῶι θεῶι, αἰεί τινος ἀγαθοῦ πει-
[ρ]ώμενος παραίτιος γίνεσθαι καὶ ἰδίαι καὶ κοινεῖ
[φ]ιλάγαθος ὢ[ν] ἐμ παντὶ καιρῶι· ὃς γοῦν προτι-
μηθεὶς ὑπὸ τῶν Διονυσιαστῶν καὶ λαβὼν τὴν ἱε-
10 ρεωσύνην τοῦ θεοῦ καὶ κατασταθεὶς ταμίας τάς
τε κοινὰς προσόδους ἐπηύξησεν ἐκ τῶν ἰδίων
ἐπιδοὺς αὐτοῖς ἀργυρίου χιλίας δραχμὰς καὶ τό-
πον μετὰ τῆς ἄλλης χορηγίας πάσης εἰς ὃν συν-
ιόντες θύσο[υ]σιν κατὰ μῆνα ἕκαστον τῶι θεῶι κα-
15 τὰ τὰ πάτρια, ἐπέδωκεν δὲ καὶ ἄλλας ἀργυρίου
πεντακοσίας δραχμὰς ἀφ’ ὧν κατεσκευάσατο τὸ
ἄγαλμα τοῦ Διονύσου τοῖς ὀργεῶσιν καὶ προσιδρύ-
σατο κατὰ τὴν μαντείαν τοῦ θεοῦ, καὶ περὶ ἁπάντων
τούτων ὑπά[ρ]χουσιν αἱ ἀποδείξεις ὑπὲρ τἀνδρὸς σα-
20 φεῖς διὰ τῶν χρηματισμῶν εἰς τὸν ἅπαντα χρόνον·
ἀνθ’ ὧν ἐπιγνόντες οἱ Διονυσιασταὶ ἐτίμησαν
αὐτὸν ἄξιον ὄντα καὶ ἐστεφάνωσαν κατὰ τὸν
νόμον· ἵνα ο[ὖ]ν φαίνωνται οἱ τὴν σύνοδον φέρον-
τες μεμνη[μ]ένοι αὐτοῦ καὶ ζῶντος καὶ μετηλλα-
25 χότος τὸν β[ίο]ν τῆς πρὸς αὐτοὺς μεγαλοψυχίας
καὶ εὐ[νοίας κ]αὶ ἀντὶ τούτων φανεροὶ ὦσιν τιμῶν-
τες τοὺς ἐξ [ἐκ]είνου γεγονότας, ἐπειδὴ συμβαί-
νει διαδόχους αὐτὸν κ[α]ταλελοιπέναι πάντων
τῶν ἐν δόξ[ε]ι καὶ τιμεῖ αὐτῶι ὑπ[α]ρχόντων, περὶ ὧν
30 καὶ ὁ νόμος τῶν ὀργεώνων καλεῖ πρῶτ[ον ἐ]πὶ [ταῦ]-
τα τὸν πρεσβύτατον τῶν ὑῶν, καθὼς καὶ προεισ[ῆ]-
κται ἐπὶ τὴν χώραν τἀδελφοῦ Καλλικράτου ζῶν-
τος τοῦ πατρός· δεδόχθαι τοῖς ὀργεῶσιν, τὴν ἱερεω-
[σύ]νην τοῦ Δ[ι]ονύσου δεδόσθαι Ἀγαθοκλεῖ Διονυσίου
35 [Μα]ραθωνίωι καὶ ὑπάρχειν αὐτῶι διὰ βίου ἐπὶ ταῖς
[τιμ]αῖς ταῖς αὐταῖς αἷς ἐτετίμητο καὶ ὁ πατὴρ αὐ-
[τοῦ], ἐπειδὴ ὑπομεμένηκεν τὴν ταμιείαν εἰς τὸν
[με]τὰ ταῦτα χρόνον διεξάξειν καὶ ἐπαυ[ξ]ήσειν τὴν
[σύνο]δον διδοὺς εἰς ταῦτα ἑαυτὸν ἀπ[ροφ]ασίστως,
40 [βουλ]όμενος ἀποδείκνυσθαι τὴν ἑαυτοῦ εὔνοιαν
[καὶ] καλοκαγ[α]θίαν πρὸς ἅπαντας τοὺς Διονυσιαστά[ς],
[εἰσή]γαγεν [δ]ὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονύσιον Διο-
νυσίου Μαρα[θ]ώνιον εἰς τὴν σύνοδον ἐπὶ τὰ τοῦ πατρ[ὸς]
ὑπάρχοντα [μ]εθέξοντα τῶν κοινῶν κατὰ τὸν νόμο[ν]·
45 φροντίσαι δὲ τοὺς ὀργεῶνας ὅπως ἀφηρωϊσθεῖ Δι[ο]-
νύσιος καὶ ἀ[ν]ατεθεῖ ἐν τῶι ἱερῶι παρὰ τὸν θεόν, ὅπου κα[ὶ]
ὁ πατὴρ αὐτοῦ, ἵνα ὑπάρχει κάλλιστον ὑπόμνημα αὐτοῦ
εἰς τὸν ἅπαντα χρόνον. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ[ν]
στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ θεοῦ, τὸ δὲ
50 γενόμενον ἀνάλωμα εἰς τὴν στήλην καὶ τὴν ἀνάθεσιν
μερίσαι τὸν [τ]αμίαν. ταῦτα Σόλων εἶπεν.
Search Help