Third honorific decree for A. Aemilius Zosimos. Sacred Hall, west and north walls; inscription in two columns.
| col. XXXII.1 | ἐπὶ στεφανηφόρου Ποπλ[ί]ο̣υ̣ Λ̣αβερίου, μηνὸς Μεταγει- |
| τνιῶνος τρίτηι· ἐτίμησε[ν] ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον | |
| Αἰμίλιον Σέξτου Ζώσιμον εἰκ̣όνι γραπτῆι τε καὶ χαλκῆι καὶ | |
| χρυσῆι καὶ μαρμαρίνηι ἀρετῆς ἕνεκεν καὶ εὐνοία<ς> τῆς | |
| 5 | εἰς ἑαυτόν· |
| vacat | |
| 6 | ἔδοξε τῆι βουλῆι κ[α]ὶ τῶι δήμωι· Δημέας Δημέου εἶπεν· ἐπειδὴ [Αὖ]λος Αἰμίλιος Σέξτου Ζ[ώσιμος] |
| καλὸς καὶ ἀγαθὸς ὢν [ἀ]νὴρ παρέσχηται μὲν ἐν πολλοῖς τὴν πρὸς τὸν [δ]ῆμον εὔνοιαν φανερὰν [καὶ] | |
| εὖ διατιθεὶς τὴν πόλ[ιν] ἀ̣μεταμελήτως προεῖται τὰς εἰς αὐτὴν χάριτα[ς, π]ρώτην δὲ λαβὼν παρὰ τ̣[οῦ] | |
| δήμου χιροτονία[ν τ]ῆς πρώτης γραμματείας προέστηι μὲν αὐτῆς [ἐ]πιμελῶς καὶ φιλοδόξως· [τὴν] | |
| 10 | δὲ πίστιν καὶ φυλ[ακὴν] τῶν παραδοθέντων αὐτῶι γραμμάτων ἐποι[ήσ]ατο ἀσφαλῆ, διπλῆν τὴν [ἀνα]- |
| γραφὴν αὐτῶν [παρα]δοὺς ἐν δερματίνοις καὶ βυβλίνοις τεύ̣[χ]εσ̣[ιν]· μετὰ δὲ ταύτην ἀρχὴν γυ[μνα]- | |
| [σί]αρχος ἀπ[οδιχθεὶ]ς τ̣[ῶ]ν̣ [νέ]ων ἐπέδωκε τὸν ἑαυτοῦ [ζῆλον εἴς] τε τὴν τοῦ τόπου φι[λοδο]- | |
| ξίαν καὶ εἰς τὴν τῶν ἀλιφομένω[ν ․․․․․]νί̣α̣ν· ἐπιδόσεις [τ]ε̣ ἑ̣[τέρας] δημοτε̣λ̣εῖς [ποησά]- | |
| μενος καὶ τὴν τοῦ ἀλείμματος θέσ[ιν κ]οινοποησάμενος πᾶσιν ἀπὸ ἀνατολῆς μέχρι δ[ύσε]- | |
| 15 | ως ἡλίου· γενηθεὶς δὲ εὐάρεσ[τος] ἐν τοῖς τῆς γυμνασιαρχίας ἀναλώμασιν καὶ δικαί[ας] |
| παρὰ τοῦ δήμου καὶ παρὰ τῶν ν[έ]ων κομισάμενος ἐπ’ αὐτοῖς χάριτας, οὔτε τῆς εἰς το[ὺς παῖ]- | |
| δας φιλοδοξίας ἠφροντίστησεν, [ὅ]πως, ἐπεὶ τὸ τῶν νέων ἀποκατέστησεν εἰς τὴν ἀρχαί[αν] | |
| τάξιν σύστεμα μόνος καὶ πρῶτ[ο]ς μετὰ τὸν πόλεμον ἐγλελοιπός, μηδὲ τοὺς παῖδ̣α[ς ἀκοι]- | |
| νωνήτους τῆς φιλοδοξίας αὐτο[ῦ] ποήσῃ· γενηθεὶς γὰρ καὶ παιδονόμος προέστη μὲν α[ὐτῶν] | |
| 20 | τῆς ἀγωγῆς σωφρόνως, πάντα τὰ κ̣ατὰ τὸν νόμον ποιησάμενος ἐπιμελῶς, ἔλαβεν δὲ κ[αὶ] |
| col. XXXIII.21 | [τ]ὰ̣ς τῶν μαθημάτων ἀπο[δί]ξεις ἐκ πλήρους, αὐτοῖς τε το[ῖς παισὶ]ν θεὶς ἆθλα διαπρε- |
| [π]ῆ καὶ τοῖς παιδευταῖς δοὺς ἆθλα ἔμψυχα, ἐφ’ οἷς ὑπὸ τῶν εὖ παθόντων στεφανωθεὶς | |
| δικαίας τῆς φιλοδοξίας ἐκομίσατο τιμάς, ἀναθεὶς καὶ ὅπλα· μεθ’ ἅπαντα λαβὼν παρὰ | |
| τοῦ δήμου τὸν ἐπώνυμον τοῦ Διὸς τοῦ Ὀλυμπίου στέφανον διαπρεπέστατα μόνος καὶ πρῶ- | |
| 25 | τος μετὰ τὸν πόλεμον ἐτέλεσε τὴν στεφανηφορίαν, τὰς μὲν θυσίας ἐκ πλήρους τοῖς τῆς πόλε- |
| ως παραστήσας θεοῖς, τὰς δὲ φυλὰς τὰς δέκα διπνίσας παρὰ ἑαυτοῦ, τὴν δὲ β̣[ου]λὴν καὶ τὰς | |
| [συνα]ρχίας δὶς κατακλείνας ἐκ τῶν ἰδίων ἀναλωμάτων, δι’ ὧν ἑτέρους [εἰς τὰ με]τὰ ταῦτα | |
| [δέ]δεικται τῶι δήμ[ωι πρ]οσ[φ]έρεσθαι φιλοδόξ[ως· ἔτι δ]ὲ νῦν καὶ [γρ]αμματεὺς ἀποδιχθεὶς τῆς | |
| βουλῆς καὶ τοῦ δήμου τὸ δεύ<τε>ρον εἰς τὸν ἐνεστ[ῶτα ἐνι]αυτὸν πεποίηται μὲν διπλῆν τὴν τῶν | |
| 30 | δημοσίων γραμμάτων ἀναγραφὴ̣[ν ἐν βυβλί]νοις καὶ δερματίνοις τεύχεσιν, πάντα δὲ |
| τὰ ὑφ’ αὑτοῦ χρηματισθέντα ψηφίσματα τοῦ δ[ήμου] καὶ ἐπιστολὰς καὶ χρηματισμοὺς ἀναγέγραψεν | |
| καθότι προδεδήλωται, τόν τε κα<τ’ ἰ>δίαν ἑκάσ[τ]ου καὶ τὸν τῆς πόλεως ἀσφαλισάμενος βίον· κα- | |
| θῆκον δ’ ἐστὶν αὐτὸν ἐν πᾶσιν ἐκτενῆ π[ε]φηνότα καὶ σπουδαῖον ἐπαινεῖσθαί τε καὶ τῆς | |
| καθη[κ]ούσης ἀξιῶσαι τιμῆς, δεδόχθα̣[ι] τῆι βουλῇ καὶ τῶι δήμωι· ἐπῃνῆσθαί τε | |
| 35 | Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον ἐπ[ὶ] τοῖς προγεγραμμένοις καὶ τετιμῆσ- |
| θαι εἰκόσι γραπτῇ καὶ χαλκῇ καὶ χ[ρ]υσῆι καὶ μαρμαρίνῃ, ὧν καὶ τὴν {τὴν} | |
| ἀν[άθε]σιν γενέσθαι ἐν τοῖς ἐπιση̣μοτά[τ]οις τῆς πόλεως τόποις, καὶ ἐπιγρά- | |
| [ψαι ἐπ’ αὐτῶν· «ὁ δῆμος Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον γραμματεύσαντα καλῶς] | |
| [ἀρετῆς ἕνεκεν καὶ] εὐνοίας τῆς εἰς αὑτόν»· ἐξεῖναι [δὲ καὶ ἄλλοις στεφανοῦν αὐτόν]· | |
| 40 | [ἀναγράψαι δὲ κ]αὶ εἰς τοῖχον τῆς ἱερᾶς στοᾶς τῆς ἐν τ[ῆι ἀγορᾶι τὰς στεφανώσεις κάτωθεν] |
| [τῶν τοῦ δήμ]ου ψηφισμάτων. | |