Honorary decree of boule and demos (of Priene) for Aulus Aemilius Zosimos; 84/01 BC; found at Priene: *IPriene 114 and p. 311 (PH, partial).  
[ ] IPri 114 + p. 311
See also:
XXXII.1 ἐπὶ στεφανηφόρου Ποπλ[ί]ο̣υ̣ Λ̣αβερίου μηνὸς Μεταγει-
τνιῶνος τρίτηι ἐτίμησε[ν] ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον
Αἰμίλιον Σέξτου Ζώσιμον εἰκ̣όνι γραπτῆι τε καὶ χαλκῆι καὶ
χρυσῆι καὶ μαρμαρίνηι ἀρετῆς ἕνεκεν καὶ εὐνοία<ς> τῆς
5 εἰς ἑαυτόν.
ἔδοξε τῆι βουλῆι κ[α]ὶ τῶι δήμωι· Δημέας Δημέου εἶπεν· ἐπειδὴ [Αὖ]λος Αἰμίλιος Σέξτου Ζ[ώσιμος]
καλὸς καὶ ἀγαθὸς ὢν [ἀ]νὴρ παρέσχηται μὲν ἐν πολλοῖς τὴν πρὸς τὸν [δ]ῆμον εὔνοιαν, φανερὰν [δὲ καὶ]
εὖ διατιθεὶς τὴν πόλ[ιν] ἀ̣μεταμελήτως προεῖται τὰς εἰς αὐτὴν χάριτα[ς, π]ρώτην δὲ λαβὼν παρὰ τ̣[οῦ]
δήμου χιροτονία[ν τ]ῆς πρώτης γραμματείας προέστηι μὲν αὐτῆς [ἐ]πιμελῶς καὶ φιλοδόξως, [τὴν]
10 δὲ πίστιν καὶ φυλ[ακὴν] τῶν παραδοθέντων αὐτῶι γραμμάτων ἐποι[ήσ]ατο ἀσφαλῆ, διπλῆν τὴν [ἀνα]-
γραφὴν αὐτῶν [παρα]δοὺς ἐν δερματίνοις καὶ βυβλίνοις τεύ̣[χ]εσ̣[ιν·] μετὰ δὲ ταύτην ἀρχὴν γυ[μνα]-
[σί]αρχος ἀπ[οδιχθεὶ]ς τ̣[ῶ]ν̣ [νέ]ων ἐπέδωκε τὸν ἑαυτοῦ [ζῆλον εἴς] τε τὴν τοῦ τόπου φι[λοδο]-
ξίαν καὶ εἰς τὴν τῶν ἀλιφομένω[ν κοινω]νί̣α̣ν, ἐπιδόσεις [τ]ε̣ ἑ̣[τέρας] δημοτε̣λ̣εῖς [ποησά]-
μενος καὶ τὴν τοῦ ἀλείμματος θέσ[ιν κ]οινοποησάμενος πᾶσιν ἀπὸ ἀνατολῆς μέχρι δ[ύσε]-
15 ως ἡλίου· γενηθεὶς δὲ εὐάρεσ[τος] ἐν τοῖς τῆς γυμνασιαρχίας ἀναλώμασιν καὶ δικαί[ας]
παρὰ τοῦ δήμου καὶ παρὰ τῶν ν[έ]ων κομισάμενος ἐπ’ αὐτοῖς χάριτας, οὔτε τῆς εἰς το[ὺς παῖ]-
δας φιλοδοξίας ἠφροντίστησεν, [ὅ]πως, ἐπεὶ τὸ τῶν νέων ἀποκατέστησεν εἰς τὴν ἀρχαί[αν]
τάξιν σύστεμα μόνος καὶ πρῶτ[ο]ς μετὰ τὸν πόλεμον ἐγλελοιπός, μηδὲ τοὺς παῖδ̣α[ς ἀκοι]-
νωνήτους τῆς φιλοδοξίας αὐτο[ῦ] ποήσῃ· γενηθεὶς γὰρ καὶ παιδονόμος προέστη μὲν α[ὐτῶν]
20 τῆς ἀγωγῆς σωφρόνως, πάντα τὰ κ̣ατὰ τὸν νόμον ποιησάμενος ἐπιμελῶς, ἔλαβεν δὲ κ[αὶ]
XXXIII.21 [τ]ὰ̣ς τῶν μαθημάτων ἀπο[δί]ξεις ἐκπλήρους, αὐτοῖς τε το[ῖς παισὶ]ν θεὶς ἆθλα διαπρε-
[π]ῆ καὶ τοῖς παιδευταῖς δοὺς ἆθλα ἔμψυχα, ἐφ’ οἷς ὑπὸ τῶν εὖ παθόντων στεφανωθεὶς
δικαίας τῆς φιλοδοξίας ἐκομίσατο τιμάς, ἀναθεὶς καὶ ὅπλα· μεθ’ ἅπαντα λαβὼν παρὰ
τοῦ δήμου τὸν ἐπώνυμον τοῦ Διὸς τοῦ Ολυμπίου στέφανον διαπρεπέστατα μόνος καὶ πρῶ-
25 τος μετὰ τὸν πόλεμον ἐτέλεσε τὴν στεφανηφορίαν, τὰς μὲν θυσίας ἐκπλήρους τοῖς τῆς πόλε-
ως παραστήσας θεοῖς, τὰς δὲ φυλὰς τὰς δέκα διπνίσας παρὰ ἑαυτοῦ, τὴν δὲ β̣[ου]λὴν καὶ τὰς
[συνα]ρχίας δὶς κατακλείνας ἐκ τῶν ἰδίων ἀναλωμάτων, δι’ ὧν ἑτέρους [εἰς τὰ με]τὰ ταῦτα
[δέ]δεικται τῶι δήμ[ωι πρ]οσ[φ]έρεσθαι φιλοδόξ[ως· ἔτι δ]ὲ νῦν καὶ [γρ]αμματεὺς ἀποδιχθεὶς τῆς
βουλῆς καὶ τοῦ δήμου τὸ δεύ<τε>ρον εἰς τὸν ἐνεστ[ῶτα ἐνι]αυτὸν πεποίηται μὲν διπλῆν τὴν τῶν
30 δημοσίων γραμμάτων ἀναγραφὴ̣[ν ἐν βυβλί]νοις καὶ δερματίνοις τεύχεσιν, πάντα δὲ
τὰ ὑφ’ αὐτοῦ χρηματισθέντα ψηφίσματα τοῦ δ[ήμου] καὶ ἐπιστολὰς καὶ χρηματισμοὺς ἀναγέγραφεν
καθότι προδεδήλωται, τόν τε κα<τ’ ἰ>δίαν ἑκάσ[τ]ου καὶ τὸν τῆς πόλεως ἀσφαλισάμενος βίον· κα-
θῆκον δ’ ἐστὶν αὐτὸν ἐν πᾶσιν ἐκτενῆ π[ε]φηνότα καὶ σπουδαῖον ἐπαινεῖσθαί τε καὶ τῆς
καθη[κ]ούσης ἀξιῶσαι τιμῆς, δεδόχθα̣[ι] τῆι βουλῇ καὶ τῶι δήμωι· ἐπῃνῆσθαί τε
35 Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον ἐπ[ὶ] τοῖς προγεγραμμένοις καὶ τετιμῆσ-
θαι εἰκόσι γραπτῇ καὶ χαλκῇ καὶ χ[ρ]υσῆι καὶ μαρμαρίνῃ, ὧν καὶ τὴν {τὴν}
ἀν[άθε]σιν γενέσθαι ἐν τοῖς ἐπιση̣μοτά[τ]οις τῆς πόλεως τόποις, καὶ ἐπιγρά-
[ψαι ἐπ’ αὐτῶν· "ὁ δῆμος Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον γραμματεύσαντα καλῶς]
[ἀρετῆς ἕνεκεν καὶ] εὐνοίας τῆς εἰς αὐτόν" ἐξεῖναι [δὲ καὶ ἄλλοις στεφανοῦν αὐτόν,]
40 [καὶ ἀναγράψ]αι εἰς τοῖχον τῆς ἱερᾶς στοᾶς τῆς ἐν τ[ῆι ἀγορᾶι τὰς τιμὰς ὑπὸ]
[τῶν τοῦ δήμ]ου ψηφισμάτων. vacat
Search Help
Contact Us