Three honorific decrees for the Seleucid officer Larichos.  Stele of white marble, broken at the top.
[ ] Ionia — Priene — Sanct. of Athena — 281-262 BC — GIBM III (1890) 415 — OGIS 1 (1903) 215 — IvPriene (1906) 18
29.1      [— — — — — — — — — — — — — — — — — — — — — — εἰκό]-
     [να] χαλκῆ[ν κ]αὶ στ̣ῆ̣σ̣αι [π]α̣[ρ]ὰ̣ [τ]ο̣[ὺ]ς̣ [β]α̣σ̣ιλεῖς Σ̣έ̣λε̣υκο[ν καὶ]
     [Ἀ]ντίοχον· δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ[σι]
     καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱε[ρὰ]
5      [κ]αὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνίωι καὶ ἀτέλειαν τ[οῦ]
     σώματος καὶ ὧν ἂν εἰσάγηται ἢ ἐξάγηται εἰς τὸν ἴδιον οἶ[κον]
     καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι· ταῦτα δὲ ὑπάρχειγ καὶ αὐτῶι κ[αὶ]
     ἐκγόνοις· ἀναγγεῖλαι δὲ τὸν στέφανον Διονυσίοις τραγωιδῶ[ν]
     [τ]ῶι πρώτωι ἀγῶνι δηλοῦντας ἐν τῆι ἀναγγελίαι ὧν ἕνεκα τετ̣[ί]-
10      [μ]ηται· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆ[ν]αι τὸν ἀγωνοθέτην· τ[ῆς]
     δ̣ὲ κατασκευῆς τῶν εἰκόνωγ καὶ [τ]ῆς στάσεως, ὅπως συντ[ε]-
     λεσθήσονται κατὰ τάχος καὶ ξυμφερόντως, ἐπιμελεῖσθαι τ[οὺς]
     ἐ̣νεστῶτας ἀεὶ στρατηγούς· ἵνα δὲ α[ἵ] τε τιμαὶ αἱ δεδομέν[αι Λα]-
     ρίχωι ἐπιφανέστεραι ὦσιγ καὶ τῶν ἄλλων οἱ προαιρούμενο[ι τῆι]
15      πόλει παρέχεσθαι τὰς χρεί[ας] θεωρῶσιν ὅτι ὁ δῆμος τοῖς κ[α]-
     λ̣οῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐπίσταται χάριτας ἀποδιδόναι κατα-
     ξίας, ἀναγράψαι τόδε τὸ ψήφισμα ε[ἰ]ς στήλην λιθίνηγ καὶ στῆσαι
     παρὰ τὴν εἰκόνα· τὰ δὲ ἀναλώματα τὰ γενόμενα ὑπηρετεῖν
⸏τοὺς οἰκονόμους.                     vacat
30.1      ἐπὶ στεφανηφόρου Ἱπποθῶντος, μηνὸς Μεταγειτνιῶνος· ἔδοξε τῶ[ι]
     δήμωι· γνώμηι στρατηγῶν· περὶ τῶν τ̣[ι]μ̣ῶν τῶμ πρότερον ἐψηφισμέ-
     νων Λαρίχωι τὰ μὲν ἄλλα εἶναι καθ[ὼς] πρότερον ὁ δῆμος ἐψήφιστ[αι]·
     στῆσαι δὲ Λαρίχου εἰκόνα χαλκῆν ἐφ’ ἵππου ἐν τῆι ἀγορᾶι ἀντὶ τῆς
5      πρότερον ἐψηφισμένης αὐτῶι· ὑπάρχειν δὲ Λαρίχωι ἀτέλειαγ καὶ τῶ[γ]
     κτηνῶγ καὶ τῶν σωμάτων ὅσα ἂν ὑπάρχηι ἔν τε τ̣οῖς ἰδίοις κτήμασ[ι]
     καὶ ἐν τῆι πόλει, ὅπως ἂμ φαίνηται ὁ δῆμος χάριτας ἀποδιδοὺς
⸏Λαρίχωι τῶν εὐεργετημάτων ἀξίας.                 vacat
31.1      ἐπὶ στεφανηφόρου Ἀκάμαντος, μηνὸς Ἀπατουριῶνος· Ἀναξίλα[ς]
     Λυκιδέως εἶπεν· ὅπως ἂν αἱ ἐψηφισμέναι ὑπὸ τοῦ δήμου τι-
     μαὶ Λαρίχωι ἀναγραφῶσιν εἰς στήλην λιθίνηγ καὶ σταθῆι ἡ στή-
     λη ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸν̣
5      νεωποίην Λεωμέδοντα ἀπεγδοῦναι ὅπως στήλη τε κατα-
     σκευασθῆι καὶ ἀναγραφῆι εἰς αὐτὴν τὰ ψηφίσματα τὰ ἐψηφισ-
     μένα ὑπὸ τοῦ δήμου ὑπὲρ τιμῶν Λαρίχωι καὶ σταθῆι ἡ στήλη ἐν τῶ[ι]
     ἱερῶι τῆς Ἀθηνᾶς· τὸ δὲ γενόμενον εἰς τ̣αῦτα ἀνάλωμα ὑπηρετῆ̣-
     σαι τὸν νεωποίηγ καὶ ἀνενεγκεῖν τῆι πόλει ἐλ λόγωι.
Search Help
Contact Us